225
ἅπαντα τὸν βίον εἰς τοῦτο ἀνήλισκεν, καὶ ἐντεῦθεν προοιμιάζεται, καὶ εἰς τοῦτο καταλήγει· καὶ τοῦτο ἦν ἔργον αὐτοῦ διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν τὴν εὐχαριστίαν ἀναφέρειν. Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς τοῦτο ἐπιζητεῖ· τοῦτο θυσία, τοῦτο προσφορὰ, τοῦτο ψυχῆς εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ διαβόλου· ἐντεῦθεν ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περιετράπη, ἀλλ' ἔμενεν εὐχαριστῶν τῷ ∆εσπότῃ περὶ πάντων, οὐχ ἡνίκα ἐπλούτει, ἀλλὰ καὶ ἡνίκα πένης ἐγένετο· οὐχ ἡνίκα ὑγίαινεν, ἀλλὰ καὶ ἡνίκα ἐπλήγη τὴν σάρκα· οὐχ ὅτε κατὰ ῥοῦν αὐτῷ τὰ πράγματα ἐφέρετο, ἀλλὰ καὶ ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν κατέσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς αὐτὴν τοῦ σώματος τὴν φύσιν. Τοῦτο γὰρ μάλιστα εὐχα 55.280 ρίστου γνώμης ἐν ταῖς θλίψεσι καὶ ταῖς δυσημερίαις πολλὴν εἰδέναι τῷ Θεῷ τὴν χάριν, καὶ διαπαντὸς μένειν εὐχαριστοῦντα· ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος διὰ τῶν ἑξῆς ἐδήλωσεν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων ἐν εὐθυμίᾳ μὲν ὄντες εὐχαριστοῦσι, τὰ ἐναντία δὲ πάσχοντες δυσχεραίνουσιν· εἰσὶ δὲ οἳ καὶ τῶν γινομένων ἐπιλαμβάνονται· δεικνὺς ὅτι οὐ παρὰ τὴν φύσιν τῶν συμβαινόντων, ἀλλὰ παρὰ τὴν διεστραμμένην γνώμην τοῦτο γίνεται, ἐπήγαγε λέγων· Ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ μεγάλα τὰ ἔργα Κυρίου. Τοῦτο εἶπε δεικνὺς, ὅτι δικαστοῦ χρεία ἀδεκάστου καὶ συλλόγου μὴ διεφθαρμένου, καὶ δῆλα ἔσται τὰ ἔργα τοῦ Θεοῦ, ὅτι μέγαλα, ὅτι πολλοῦ θαύματος ἀνάμεστα. Ἔστι μὲν γὰρ καὶ καθ' ἑαυτὰ μεγάλα, οὐ δείκνυται δὲ μεγάλα, ἐὰν μὴ κριτὴν ὀρθὸν ἔχῃ. Ἐπεὶ καὶ ὁ ἥλιος καθ' ἑαυτὸν φαιδρὸς καὶ διαυγὴς, καὶ τὴν οἰκουμένην διαλάμπει πᾶσαν ἀλλὰ τοῖς κατὰ ὄψεις νοσοῦσιν οὐκ ἔστι τοιοῦτος. Ἀλλ' οὐ τοῦ ἡλίου τὸ ἔγκλημα, ἀλλὰ τῆς ἐκείνων ἀσθενείας τὸ ἐλάττωμα. Ὅταν τοίνυν ἴδῃς τινὰ κατηγοροῦντα τῶν ἔργων Θεοῦ, μὴ τὰ ἔργα διάβαλλε διὰ τὴν ἐκείνου κακίαν, ἀλλὰ τῆς ἐκείνου ἀνοίας λάμβανε μέγιστον δεῖγμα ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας. Ὥσπερ γὰρ ὁ τὸν ἥλιον λέγων σκοτεινὸν, οὐ τὸ ἄστρον διέβαλεν, ἀλλὰ τῆς αὐτοῦ πηρώσεως ἐξήνεγκεν ἔλεγχον ἀκριβῆ· καὶ ὁ τὸ μέλι πικρὸν ὀνομάζων, οὐ τὴν γλυκύτητα τὴν ἐκείνου συνεσκίασεν, ἀλλὰ τῆς νόσου τῆς ἑαυτοῦ κατηγορίας συνεστήσατο τὴν ψῆφον· οὕτω δὴ καὶ ὁ τῶν ἔργων τοῦ Θεοῦ ἐπιλαμβανόμενος. Καὶ ὥσπερ οὗτος ἐκεῖνα μὲν οὐ λυμαίνεται, οὐδὲ τὴν περὶ αὐτῶν ὑπόληψιν, τῆς δὲ ἀνοίας τῆς ἑαυτοῦ μεγίστην ἐκφέρει κατηγορίαν· οὕτω δὴ καὶ περὶ τῶν ἔργων τοῦ Θεοῦ οἱ μὴ κρίσιν ὀρθὴν ἔχοντες, οὐκ ἴσασιν οὐδὲ τὰ θαύματα τὰ γενόμενα· ὡς εἴ τις ἀδέκαστον ἔχοι ψυχὴν καὶ μὴ διεστραμμένην, ἕκαστον καὶ τῶν δοκούντων εἶναι δυσχερῶν ἐκπλαγήσεται. Τί γὰρ οὐ θαυμαστὸν, εἰπέ μοι, τῶν γινομένων; Καὶ εἰ βούλει, παραδραμόντες τὰ ἄλλα πάντα ἔλθωμεν ἐπὶ τὰ δοκοῦντα εἶναι τοῖς πολλοῖς ἐπαχθῆ καὶ φορτικὰ, τὸν θάνατον, τὴν νόσον, τὴν πενίαν, καὶ ὅσα τοιαῦτα. Εἰ γάρ τις εὐθεῖαν ἔχοι καρδίαν, καὶ ταῦτα σφόδρα ἀποδέξεται καὶ θαυμάσεται. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος, ἀλλ' ὅμως τοσαύτη τοῦ Θεοῦ ἡ περιουσία, καὶ ἡ φιλανθρωπία, καὶ τῆς κηδεμονίας ἡ ὑπερβολὴ, ὡς καὶ τούτῳ εἰς δέον χρήσασθαι τῷ γένει τῷ ἡμετέρῳ. Τί γὰρ, εἰπέ μοι, βαρὺ ὁ θάνατος ἔχει; Οὐκ ἀπαλλαγὴ πόνων ἐστίν; οὐ λύσις φροντίδων; Οὐκ ἀκούεις τοῦ Ἰὼβ αὐτὸν ἐγκωμιάζοντος, καὶ λέγοντος· Θάνατος ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη; Οὐκ ἐκκοπὴ κακίας; Ἄν τε γὰρ πονηρὸς ᾖ τις, διεκόπη τὰ τῆς κακίας αὐτοῦ τελευτήσαντος· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, τουτέστιν, οὐκέτι προστίθησιν ἁμαρτίαν· ἄν τε ἀγαθὸς ὢν ἀπέλθῃ, ἐν ἀσφαλεῖ κείσεται τὰ τῆς ἀρετῆς αὐτῷ πάντα, καὶ ἐν ἀσύλῳ θησαυρῷ. Τοὺς δὲ ζῶντας, εἰπέ μοι, οὐ ποιεῖ σωφρονεστέρους καὶ ἐπιεικεστέρους; Οὐχ ὁρᾷς ὅτι πολλάκις ἐν