226
ἐκφορᾷ παραγενόμενοι οἱ πλουτοῦντες, καὶ τετυφωμένοι καὶ τὰς ὀφρῦς ἀνασπῶντες, ὅταν ἴδωσι τὸ σῶμα κείμενον κωφὸν καὶ ἀκίνητον, καὶ παιδία ἐν ὀρφανίᾳ, καὶ γυναῖκα ἐν χηρείᾳ, καὶ φίλους ἐν κατηφείᾳ, καὶ οἰκέτας μελανειμονοῦντας, καὶ ἅπαν τῆς οἰκίας σκυθρωπὸν τὸ 55.281 σχῆμα, πῶς συστέλλονται; πῶς ταπεινοῦνται; πῶς συντρίβονται; Καὶ γὰρ μυρίας ἀπολαύσαντες διδασκαλίας, καὶ μηδὲν κερδάναντες, ἀπὸ τῆς ὄψεως ἐκείνης ἀθρόον φιλοσοφοῦσι, τό τε εὐτελὲς καὶ ἐπίκηρον τῆς ἀνθρωπίνης καταμανθάνοντες φύσεως, καὶ τὸ σαθρὸν καὶ ἄστατον τῆς αὐτῶν δυναστείας, καὶ ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰς ἑαυτῶν προορῶντες μεταβολάς. βʹ. Εἰ γὰρ θανάτου ὄντος, τοσαῦται ἁρπαγαὶ, τοσαῦται πλεονεξίαι, καὶ καθάπερ οἱ ἰχθύες καταπίνουσι τοὺς καταδεεστέρους οἱ δυνατώτεροι· εἰ μὴ θάνατος ἦν, πότε ἂν ἔστησαν πλεονεξίας; Εἰ γὰρ εἰδότες, ὅτι οὐκ ἀπολαύσονται ὧν ἁρπάσωσιν, ἀλλὰ ἑκόντες καὶ ἄκοντες ἐκστήσονται ἑτέροις, οὕτω μαίνονται καὶ λυττῶσιν· εἰ τοῦτο εἶχον ἐν ἀσφαλείᾳ, πότε ἂν αὐτοῖς ἐσβέσθη τὰ τῆς ἐπιθυμίας τῆς πονηρᾶς; Τί δέ; τοῦ μαρτυρίου οἱ στέφανοι οὐ διὰ θανάτου πλέκονται; Τί δὲ ὁ Παῦλος; οὐ μυρία ἔστησε τρόπαια, λέγων· Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν; Οὐ γὰρ ὁ θάνατος κακὸς, ἀλλ' ὁ πονηρὸς θάνατος κακός. ∆ιὰ τοῦτό φησι· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἀλλαχοῦ δέ φησι· Θάνατος ἁμαρτωλῶν πονηρός· τοῦτο λέγων πονηρὸν, τὸ μετὰ τοῦ πονηροῦ συνειδότος ἀπελθεῖν, καὶ πολλαῖς πλημμελημάτων φροντίσι βεβαρημένον καὶ πιεζόμενον. Ὡς ὅ γε καθαρὸν ἔχων συνειδὸς, ἐπὶ τὰ βραβεῖα τρέχει, πρὸς τὸν στέφανον ἀναχωρεῖ. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν πραγμάτων φύσις, ἀλλ' ἡ τῶν ἀνθρώπων γνώμη, αὕτη τὸν θόρυβόν ἐστιν ἡ ποιοῦσα, ἄκουσον ὁ Παῦλος πῶς ἐπιζητεῖ τοῦτο, νῦν μὲν λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ στενάζομεν, τὴν υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· νῦν δὲ τὸ αὐτὸ δηλῶν ἀλλαχοῦ· Ἀλλ' εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν. Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι. Εἰ δὲ θάνατος οὐ φορτικὸν, ἀλλὰ καὶ ποθεινὸν τοῖς ὀρθῶς βιοῦσι, πολλῷ μᾶλλον πενία καὶ τὰ ἄλλα ἅπαντα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἄλλος, Ἐξηκριβωμένα. Ἐνταῦθά μοι περὶ τῶν κτισμάτων δοκεῖ διαλέγεσθαι, ἀνακηρύττων τοῦ Θεοῦ τὴν σοφίαν· ἀνωτέρω δὲ ἔργα ἔλεγεν εἰ καὶ ἡμεῖς διὰ τοὺς μικροψύχους καὶ ἑτέρας διανοίας εἰς ταῦτα ἡψάμεθα, τὰ τεράστια, τὰ θαύματα, ἃ πολλάκις ἐπετέλεσε τὸ τῶν ἀνθρώπων οἰκονομῶν γένος. Τί δέ ἐστιν, Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ; Ἠκριβωμένα, φησὶ, καθάπερ καὶ ἕτερος ἑρμηνευτὴς εἶπε, παρεσκευασμένα, ἀπηρτισμένα, γεγενημένα, πεπληρωμένα, ἀρκοῦντα τὰ θελήματα αὐτοῦ ποιεῖν, ἱκανὰ μαρτυρεῖν τὴν δύναμιν αὐτοῦ, οὐ χωλεύοντα, οὐδὲ ἐνδεῶς ἔχοντα εἰς τὸ ἀνῦσαι αὐτοῦ τὰ ἐπιτάγματα, ὅπερ καὶ ἀλλαχοῦ φησι· Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεύματα καταιγίδος τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τουτέστι, τὰ προστάγματα αὐτοῦ. Οὕτω καὶ ὁ Προφήτης ἔλεγεν· Ἐποίησε σελήνην εἰς καιροὺς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ. Οὐ μόνον δὲ πρὸς ἅπερ ἐστὶ κατεσκευασμένα ταῦτα ἀνύει· ἀλλὰ κἂν τἀναντία ἐπιτάξῃ, καὶ ἐνταῦθα πολλὴ ἡ ὑπακοή. Τῇ γοῦν θαλάττῃ ἐπέταξε, καὶ οὐ μόνον οὐ κατεπόντισεν, ὅπερ αὐτῆς ἔργον ἦν, ἀλλὰ στορέσασα αὐτῆς τὰ κύματα, πέτρας ἀσφαλέστερον τὸν Ἰουδαίων δῆμον διεβίβασεν, Ἡ κάμινος οὐ μόνον οὐκ ἔκαιεν, ἀλλὰ καὶ 55.282 δρόσον παρεῖχε διασυρίζουσαν. Τὰ θηρία οὐ μόνον οὐ κατήσθιεν, ἀλλὰ καὶ σωματοφυλάκων ἐπεῖχε χώραν ἐπὶ τοῦ ∆ανιήλ. Τὸ κῆτος οὐ μόνον οὐ κατέπινεν, ἀλλὰ καὶ σώαν τὴν παρακαταθήκην διετήρει. Ἡ γῆ οὐ μόνον οὐκ ἐβάστασεν, ἀλλὰ καὶ θαλάττης