227
χαλεπώτερον κατεπόντισεν, ὅτε ἠνοίχθη καὶ κατέπιε ∆αθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· καὶ πολλὴν ἑτέραν ἴδοι τις ἂν τερατουργίαν ἐν τοῖς οὖσι γενομένην· ἵνα μάθωσιν οἱ σφόδρα ἀνοηταίνοντες, καὶ φύσιν θεοποιοῦντες, ὅτι οὐ τυραννίδι φύσεως τὰ πράγματα ἄγεται, ἀλλὰ βουλῇ Θεοῦ πάντα εἴκει καὶ παραχωρεῖ. Αὕτη γάρ ἐστιν ἡ τῆς φύσεως δημιουργὸς, καὶ πρὸς τὸ αὑτῇ δοκοῦν πάντα τὰ ὄντα μεταῤῥυθμίζουσα, καὶ νῦν μὲν ἀκινήτους αὐτῶν διατηροῦσα τοὺς ὅρους, νῦν δὲ, ἐπειδὰν βουληθῇ, ῥᾳδίως αὐτοὺς ἀνασπῶσα, καὶ πρὸς τὸ ἐναντίον μεταβάλλουσα. Ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Εἰς τὰ προστάγματα αὐτοῦ, φησὶν, εἰς τὰ ἐπιτάγματα αὐτοῦ· οὐ μόνον δὲ εἰς τὰ ἐπιτάγματα αὐτοῦ, ἀλλὰ καὶ εἰς τὸ γινώσκεσθαι αὐτὸν παρὰ τῶν ἀνθρώπων, ὅπερ καὶ προηγούμενον αὐτοῦ θέλημα, καὶ διὸ μάλιστα ταῦτα ἐποίησεν. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοιοῦτόν ἐστιν· ὅτι οὕτως ἐστὶν ἀπηρτισμένα, ὡς τοῖς προσέχουσι καὶ νοῦν ἔχουσιν ἀκριβεστάτην καὶ σαφῆ καὶ τρανοτάτην τὴν περὶ αὐτοῦ γνῶσιν ἐντιθέναι τῇ διανοίᾳ τῶν ἀνθρώπων. Καὶ γὰρ καὶ πρὸς τοῦτο μάλιστα τὸ θέλημα αὐτοῦ ἐξ ἀρχῆς αὐτὰ κατεσκεύασε, τῷ μεγέθει, τῷ κάλλει, τῇ θέσει, τῇ ἐνεργείᾳ, τῇ διακονίᾳ, τοῖς ἄλλοις ἅπασιν ἀνακινῶν τὴν ψυχὴν τοῦ θεατοῦ, καὶ τὴν διάνοιαν διεγείρων εἰς τὸ ζητῆσαι τὸν δημιουργὸν καὶ ἀριστοτέχνην Θεὸν, καὶ προσκυνῆσαι τὸν ποιήσαντα αὐτὰ, καὶ ἀντὶ βιβλίων καὶ γραμμάτων γενέσθαι ἅπαν τὸ σῶμα τῆς κτίσεως. γʹ. Οὐκ εἰς θεογνωσίαν δὲ μόνον, ἀλλὰ καὶ εἰς πολιτείαν ἡμῖν μεγίστην εἰσάγει διδασκαλίαν τὰ κτίσματα. Ὅ τε γὰρ πλεονέκτης, ἐπειδὰν ἴδῃ τὴν ἡμέραν τῇ νυκτὶ παραχωροῦσαν, καὶ τὸν ἥλιον τῇ σελήνῃ, αἰδεσθήσεται τῶν στοιχείων τὴν εὐταξίαν, κἂν δυνατώτερος ᾖ, τῶν καταδεεστέρων οὐκ ἐπιθυμήσει πραγμάτων· ὅ τε μοιχὸς καὶ ἀκόλαστος, ἐπειδὰν ἴδῃ τὴν θάλατταν μαινομένην, εἶτα χαλινουμένην ὑπὸ τὸν αἰγιαλὸν, πάλιν τῶν ἀτάκτων ὑδάτων αἰδούμενος τὴν εὐταξίαν, ταχέως καταστεῖλαι δυνήσεται τὴν ἑαυτοῦ κορυφουμένην ἐπιθυμίαν, καὶ τῷ φόβῳ τοῦ Χριστοῦ χαλινῶσαι τὴν εἰς τὸ πρόσω φορὰν, καὶ διαλῦσαι τὸν ἀφρὸν ἅπαντα τῆς ἀκολάστου ταύτης ὁρμῆς, καὶ εἰς σωφροσύνην ἐπαναγαγεῖν. Καὶ περὶ ἀναστάσεως δὲ εἰς τὴν χέρσον ἀπιδὼν εὐκόλως δυνήσεται φιλοσοφεῖν, καὶ τὸν περὶ αὐτῆς δέξασθαι λόγον. Ὅταν γὰρ ἴδῃ τὴν γῆν δεχομένην κόκκον σίτου στερεὸν, εἶτα πρότερον διαλύουσαν καὶ σήπουσαν, καὶ πολλῷ βελτίονα τίκτουσαν· ὅταν ἴδῃ τὴν ἄμπελον ἐν χειμῶνι γυμνὴν φύλλων, καὶ ἑλίκων, καὶ βοτρύων, καὶ αὐτὸ ξηρὸν ξύλον, ὡς τὰ ὀστᾶ τὰ ξηρὰ, εἶτα ἔαρος ἐπιστάντος τὴν εὐμορφίαν ἅπασαν ἀπολαμβάνουσαν· ἐν τοῖς σώμασι τῶν φυτῶν καὶ τῶν σπερμάτων τῶν μετὰ τὸ διαφθαρῆναι ἀνισταμένων, δυνήσεται καὶ περὶ τῆς ἑαυτοῦ σαρκὸς φιλοσοφεῖν. Τὸ φιλόπονον δὲ πάλιν ἀπὸ τοῦ μύρμηκος εἴσεται, καὶ τὸ φιλόκαλον ἀπὸ τῆς μελίττης, καὶ τὸ κοινωνικὸν, καθάπερ ἡ Παροιμία 55.283 φησίν· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ ποιεῖται τὴν παράθεσιν. Ἢ πορεύθητι πρὸς τὴν μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστίν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται. Καίτοι οὖσα τῇ ῥώμῃ ἀσθενὴς, τὴν σοφίαν τιμήσασα προήχθη. Καὶ γὰρ αὐτή σοι πάλιν ἡ μέλιττα διαλέξεται, ὥστε μὴ θαυμάζειν ἁπλῶς τὰ κάλλη τῶν σωμάτων, ὅταν ψυχῆς ἀρετὴ μὴ ᾖ, μηδὲ ἐξευτελίζειν τὴν ἀμορφίαν, ὅταν ἡ ψυχὴ κεκαλλωπισμένη τύχῃ. Ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ὁ παροιμιαστὴς ἔλεγε· Μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς