229
παράδεισον ἀπενεχθέντα, τὸν τῶν φρικτῶν κοινωνήσαντα μυστηρίων, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν ἀγγελικὴν ἐπιδειξάμενον πολιτείαν, τὸν τοσαύτην ἀρετὴν ἐπελθόντα. Εἰ γὰρ μὴ ἐβουλήθη μακροθυμῆσαι αὐτῷ, μηδὲ ἀνασχέσθαι αὐτοῦ, ἀλλ' ἡνίκα ἡμάρτανε καὶ ἐβλασφήμει καὶ ἐδίωκε, κατὰ πόδας ἐπαγαγεῖν αὐτῷ τὴν δικαίαν ψῆφον, πάλαι ἂν αὐτὸν τῆς μετανοίας προεξήρπασε. ∆ιὸ καὶ αὐτὸς ταῦτα εἰδὼς, ἔλεγε· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην, καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων αὐτῷ πιστεύειν εἰς ζωὴν αἰώνιον. Τί δέ; τὴν πόρνην εἰ ἐκόλασε, πότε ἂν μετεβλήθη; Τί δέ; τὸν τελώνην Ματθαῖον εἰ ἐν τῷ καιρῷ τῆς τελωνείας πρὸ τῆς μεταβολῆς δίκην ἀπῄτησε, οὐκ ἂν προεξήρπασεν αὐτὸν τῆς μετανοίας; Οὕτω καὶ τὸν λῃστὴν, οὕτω καὶ τοὺς μάγους, οὕτω καὶ ἕκαστον τῶν ἁμαρτανόντων. ∆ιά τοι τοῦτο ἀνέχει τὴν ὀργὴν, καὶ τὴν κατ' ἀξίαν ἀντίδοσιν, καλῶν τοὺς ἀνθρώπους εἰς μετάνοιαν. Εἰ δὲ μένοιεν ἀδιόρθωτοι, πάντως ὑποστήσονται τὴν δικαίαν ψῆφον. ∆ιόπερ ὁ Προφήτης τούς τε ἀδικουμένους παραμυθούμενος, τούς τε ἀδικοῦντας σωφρονίζων, ἐπήγαγε τὸ, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ὃ δὲ βούλεται διὰ τούτου εἰπεῖν, τοιοῦτόν ἐστι· Μήτε σὺ, ὁ ἀδικούμενος, ἐὰν καταλύσῃς τὸν βίον ὡς οὐ τῶν δικαίων τευξόμενος, ἀπελπίσῃς· μετὰ γὰρ τὴν ἐντεῦθεν ἀποδημίαν πάντως ἀπολήψῃ τῶν πόνων τὰς ἀμοιβάς· μήτε σὺ πάλιν, ὁ πάντα ἁρπάζων καὶ πλεονεκτῶν καὶ συγχέων, ἂν ἐν εἰρήνῃ καταλύσῃς τὸν βίον, θαῤῥήσῃς· πάντων γὰρ 55.285 δώσεις λόγον μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν, τῆς πονηρίας ἀποτίσεις τὰς ἀμοιβάς. Θεὸς γάρ ἐστιν ἀεὶ μένων, καὶ δικαιοσύνην μένουσαν ἔχων ἀεὶ, οὐδὲν ἀπὸ τοῦ θανάτου διακοπτομένην, οὐδὲ πρὸς τὴν ἀμοιβὴν τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, οὐδὲ πρὸς τὴν ἀντίδοσιν τῶν κολάσεων τῶν διὰ τὴν πονηρίαν. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ. Τί ἐστι, Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ; Οὐ διέλιπε θαυματουργῶν, φησὶ, διηνεκῶς. Τοῦτο γάρ ἐστι τὸ, Μνείαν ἐποιήσατο· οὐκ ἐπαύσατο, οὐκ ἀπέστη διὰ πάσης γενεᾶς θαύματα ἐργαζόμενος, καὶ τοὺς παχυτέρους διεγείρων διὰ τῶν τεραστίων. Ὁ μὲν γὰρ ὑψηλὸς καὶ φιλόσοφος οὐδὲν δεήσεται τῶν σημείων· Μακάριοι γὰρ οἱ μὴ εἰδότες, καὶ πιστεύσαντες. Ἐπειδὴ δὲ αὐτὸς οὐ τούτων κήδεται μόνων, ἀλλὰ καὶ τῶν παχυτέρων, καθ' ἑκάστην σχεδὸν γενεὰν θαυματουργῶν οὐ παύεται. Ἱκανὴ μὲν γὰρ θαυματουργία πᾶσα τῶν ὁρωμένων ἡ κτίσις· ἀλλ' ὅμως διεγείρων τῶν πολλῶν τὴν ῥᾳθυμίαν ἐν μέσῳ τῷ θεάτρῳ τούτῳ πολλὰ ἐπεδείκνυτο τεράστια, καὶ ἰδίᾳ καὶ κοινῇ, οἷον τὸ ἐπὶ τοῦ κατακλυσμοῦ, τὸ ἐπὶ τῆς συγχύσεως τῶν γλωσσῶν, τὰ ἐπὶ τῶν Σοδόμων, τὰ ἐπὶ τοῦ Ἀβραὰμ, τὰ ἐπὶ τοῦ Ἰσαὰκ, τὰ ἐπὶ τοῦ Ἰακὼβ,τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐξόδῳ τῶν Ἰουδαίων, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν τῇ γῇ τῆς Παλαιστίνης, τὰ ἐν Βαβυλῶνι, τὰ μετὰ τὴν ἐπάνοδον, τὰ ἐπὶ τῶν Μακκαβαίων, τὰ μετὰ τὴν Χριστοῦ παρουσίαν, τὰ ἐν αὐτῇ τῇ παρουσίᾳ, τὰ μέχρι σήμερον γινόμενα, ἡ κατάπτωσις τῶν Ἱεροσολύμων, ἡ οἰκοδομὴ τῆς Ἐκκλησίας, ὁ λόγος ὁ πανταχοῦ τρέχων, ὁ διὰ κυμάτων ἀρθεὶς, ὁ διὰ πολέμων αὐξηθεὶς, οἱ τῶν μαρτύρων δῆμοι, τὰ ἄλλα ἅπαντα. Πολλὰ δὲ ἄν τις καὶ ἰδικὰ ἴδοι καὶ ἐν οἰκίᾳ γενόμενα θαύματα, καὶ ἐν πόλεσιν. Ἀλλὰ τέως τὰ καθολικὰ, καὶ ἅπασι δῆλα καὶ γνώριμα, ἃ καθ' ἑκάστην γίνεται γενεὰν, ἴδωμεν. Πόσα ἐπὶ Ἰουλιανοῦ τοῦ πάντας ἀσεβείᾳ νικήσαντος γέγονε, τῆς Ἐκκλησίας πολεμουμένης; πόσα ἐπὶ Μαξιμίνου; πόσα πρὸ τῶν ἐκείνων βασιλέων; Εἰ δὲ βούλεσθε καὶ τὰ ἐπὶ τῆς γενεᾶς συμβάντα τῆς ἡμετέρας, οἷον οἱ σταυροὶ οἱ κατὰ τῶν ἱματίων χαραγέντες ἀθρόον, τοῦ Ἀπόλλωνος τὸ ἱερὸν τὸ σκηπτῷ κατενεχθὲν, τοῦ ἁγίου μάρτυρος Βαβύλα τοῦ ἐν ∆άφνῃ ἡ μετάθεσις,