231
ἐπέδειξεν αὐτοῦ τὴν δύναμιν, οὐχ ἁπλῶς ἐκβάλλων τὰ ἔθνη, ἀλλὰ τρόπῳ τοιούτῳ, δι' οὗ μάλιστα ἠδύνατο εἰδέναι σαφῶς, ὡς εἰ καὶ τὰ πρότερα ἤρκει, ὅτε θεήλατος ἦν ἡ πληγὴ κατ' ἐκείνων γινομένη, καὶ αὐτοῦ στρατηγοῦντος τὰ τῶν πολεμίων ἐκρίνετο πράγματα. Οὐ γὰρ δὴ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτοὺς ἐπαίδευε, δι' ὑποδημάτων, διὰ ἱματίων, διὰ τροφῆς, διὰ φωτὸς νυκτερινοῦ καὶ ἡμερινοῦ, διὰ νεφέλης, διὰ πολέμων, διὰ εἰρήνης, διὰ τροπαίων, διὰ γεωργίας, διὰ ὑετῶν, καὶ πάντα φωνὴν ἠφίει τὸν ∆εσπότην ἀνακηρύττοντα, καὶ τὴν πεπωρωμένην αὐτῶν διάνοιαν κατανύττοντα, καὶ οὐδεὶς χρόνος ἐνέλιπεν, ἐν ᾧ μὴ συνεχῆ σημεῖα αὐτοῦ ἐπεδείκνυτο. Ἔργα χειρῶν αὐτοῦ, ἀλήθεια καὶ κρίσις. Ἐπειδὴ περὶ τῆς δυνάμεως αὐτοῦ διελέχθη, διαλέγεται καὶ περὶ τῆς δικαιοκρισίας, ὅτι οὐ μόνον δύναμιν ἐν οἷς ἐποίει τότε ἐπεδείκνυτο, ἀλλὰ καὶ πολλὴν τὴν δικαιοσύνην. Οὐδὲ γὰρ ἁπλῶς ἐξέβαλε τὰ ἔθνη, ἐπειδὴ Ἰουδαίους εἰσαγαγεῖν ἐβούλετο, ἀλλὰ μετὰ τοῦ δικαίου. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ ἔλεγεν ὁ Μωϋσῆς· Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων. Ταῦτα δὲ οὐκ ἐπὶ Ἰουδαίων ἔστιν εἰπεῖν μόνον, καὶ τῶν ἐκείνοις συμβαινόντων, ἀλλὰ πάλιν καθολικὸς ὁ λόγος ἐστί. Πάντα γὰρ τὰ ὑπ' αὐτοῦ γενόμενα ἀλήθεια καὶ κρίσις· κρίσις, τουτέστι δικαιοσύνη. Οἶδεν δὲ ἀλήθειαν πολλάκις ἡ Γραφὴ καὶ τὴν φιλανθρωπίαν λέγειν. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν, ὅτι μετὰ τῆς δικαιοσύνης καὶ φιλανθρωπίας τὰ πάντα ἀνέμιξεν. Εἰ γὰρ δὴ μόνον τῷ τοῦ δικαίου ἐκέχρητο λόγῳ, πάντα ἂν ἀπολώλει. ςʹ. ∆ιὸ καὶ οὗτος ὁ προφήτης ἀλλαχοῦ λέγει· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου· ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Καὶ πάλιν· Ἐὰν ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Πάντα τοίνυν τὰ ὑπ' αὐτοῦ γινόμενα ἑκατέρων γέμει τούτων. Ἄν τε γὰρ τὸ δίκαιον ἀπαιτῇ μόνον, πάντα ἂν διεφθάρη· εἰ δὲ φιλανθρωπίᾳ μόνῃ κέχρηται, οἱ πλείους ἂν ἐγίνοντο ῥᾳθυμότεροι. ∆ιὰ τοῦτο ποικίλλων τὴν σωτηρίαν τῶν ἀνθρώπων, ἑκατέροις τούτοις εἰς τὴν διόρθωσιν αὐτῶν κέχρηται. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ. Ὅπερ πολλαχοῦ ποιεῖ, τοῦτο καὶ ἐνταῦθα ἐργάζεται, ἀπὸ τῆς σοφίας τῆς ἐν τῇ ποικίλῃ δημιουργίᾳ καὶ τῆς κηδεμονίας ἐπὶ τὴν νομοθεσίαν μεταβαίνων, καὶ τοῦτο πάλιν κινῶν τῆς προνοίας τὸ μέρος. Οὐ γὰρ δὴ μόνον τῷ κτίσαι κτίσιν τοσαύτην καὶ τηλικαύτην, ἀλλὰ τῷ τὸν νόμον θεῖναι τὸ τῶν ἀνθρώπων διώρθωσε γένος. ∆ιὸ καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ψαλμῷ ἀμφότερα ταῦτα τὰ μέρη διελὼν, ἀρχόμενος μὲν ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· πρὸς δὲ τὸ μέσον ἐλθὼν, καὶ τὸν περὶ τῆς κτίσεως ἀπαρτίσας λόγον ἐπήγαγεν· Ὁ νόμος Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν περὶ τῶν τεραστίων καὶ τῶν θαυμάτων αὐτοῦ, καὶ τῶν ἔργων, εἰς τὴν περὶ τῶν ἐντολῶν ὑπόθεσιν μεταχειρίζει τὸν λόγον οὕτω λέγων· Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Οὐχ ἁπλῶς εἶπε, Πᾶσαι, ἀλλὰ πολὺ γένος ἐντολῶν ἀνακινῶν, ταύτην τέθεικε τὴν λέξιν. Καὶ γὰρ ἐντολαί εἰσιν αἱ τῆς κτί 55.288 σεως, ἃς διατηρεῖ πᾶσα ἡ κτίσις, ἥλιος καὶ σελήνη, ἡμέρα καὶ νὺξ, καὶ ἀστέρες, καὶ γῆς καὶ φύσεως δρόμος. Ἐντολαί εἰσιν αἱ τῇ φύσει δοθεῖσαι ἐξ ἀρχῆς, ὅτε τὸν ἄνθρωπον ἔπλαττε, περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Καὶ πάλιν· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἐντολαί εἰσι καὶ αἱ γραπταί. Καὶ αὗται πᾶσαι μεμενήκασιν. Εἰ δέ τινες κατελύθησαν, οὐκ ἐπὶ τὸ χεῖρον, ἀλλ' ἐπὶ τὸ βέλτιον μεταῤῥυθμισθεῖσαι. Τὸ γὰρ, Οὐ φονεύσεις, οὐ κατελύθη, ἀλλ' ἐπετάθη· καὶ τὸ, Οὐ μοιχεύσεις, οὐκ ἠφανίσθη, ἀλλὰ μεῖζον γέγονε. ∆ιὸ