233
πεποιηκότα. Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· τουτέστιν, ἐκπλήξεως γέμον, θαύματος πολλοῦ. Εἰ δὲ τὸ ὄνομα αὐτοῦ, πόσῳ μᾶλλον ἡ οὐσία; Πῶς δὲ τὸ ὄνομα αὐτοῦ ἅγιον καὶ φοβερόν; ∆αίμονες αὐτὸ τρέμουσι, νοσήματα αὐτὸ δέδοικε, τούτῳ κεχρημένοι τῷ ὀνόματι οἱ ἀπόστολοι τὴν οἰκουμένην κατώρθωσαν ἅπασαν. Τούτῳ ὁ ∆αυῒδ ἀντὶ ὅπλου χρησάμενος, τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· τούτῳ τὰ μυρία κατωρθώθη πράγματα· τούτῳ τὴν ἱερὰν μυσταγωγούμεθα μυσταγωγίαν. Ἐννοῶν τοίνυν ὅσα ἐργάζεται θαύματα τὸ ὄνομα αὐτοῦ, ὅσας εὐεργεσίας, πῶς τοὺς ἐναντίους διαλύει, πῶς τοὺς οἰκείους ἀσφαλίζεται, καὶ πράγματα ἀναλογιζόμενος ὑπερβαίνοντα φύσεως ἀκολουθίαν, καὶ νικῶντα λογισμὸν ἀνθρώπων, φησίν· Ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ. Εἰ δὲ ἅγιον, ἁγίων δεῖται στομάτων πρὸς ὑμνολογίαν, ἁγίων καὶ καθαρῶν. Ἀρχὴ σοφίας φόβος Κυρίου. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Τί ἐστιν, ἀρχή; Πηγὴ, ῥίζα, ὑπόθεσις. Ἐπειδὴ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἶπε περὶ τοῦ τῆς οἰκουμένης ∆εσπότου, καὶ τοσαύτης ἐκπλήξεως ἐνεπλήσθη, ἐπάγει τοῦτο ἀκολούθως, λοιπὸν δεικνὺς, ὅτι ὁ τοῦτον φοβούμενος πάσης ἐμπίμπλαται σοφίας, καὶ συνετὸς γίνεται. Εἶτα ἵνα μή τις νομίσῃ μέχρι τῆς γνώσεως εἶναι τὰ τῆς σοφίας, ἐπήγαγε· Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Οὐ γὰρ ἀρκεῖ πίστις, ἂν μὴ προσῇ καὶ πολιτεία τῇ πίστει συμβαίνουσα. Πῶς δὲ ἀρχὴ σοφίας φόβος Κυρίου; Πάσης ἀπαλλάττει πονηρίας, πᾶσαν ἀρετὴν κατορθοῖ. Σοφίαν δὲ οὐ τὴν ἐν ῥήμασιν, ἀλλὰ τὴν ἐν πράγμασι λέγει. Ἐπεὶ καὶ οἱ ἔξωθεν σοφίαν τοῦτο ὡρίσαντο, θείων καὶ ἀνθρωπίνων πραγμάτων διάγνωσιν. Ταύτην δὲ τὴν τέχνην ὁ τοῦ Θεοῦ φόβος διδάσκει, πονηρίαν ἀνελὼν, ἀρετὴν φυ 55.290 τεύων, τῶν παρόντων ὑπερορᾷν παρασκευάζων, πρὸς τὸν οὐρανὸν μεθιστάς. Τί δὲ τῆς τοιαύτης ψυχῆς σοφώτερον; Οὐ τὸν ἀκροατὴν δὲ ἐνταῦθα ζητεῖ μόνον, ἀλλὰ καὶ τὸν ποιητήν. Σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· τουτέστι, τοῖς ποιοῦσι τὴν σοφίαν, καὶ διὰ τῶν ἔργων ἐπιδεικνυμένοις, σύνεσις ἀγαθή. Σύνεσις, εἶπεν, ἀγαθὴ, ὅτι ἔστι καὶ σύνεσις πονηρὰ, ὡς ὅταν λέγῃ· Σοφοί εἰσι τοῦ κακοποιῆσαι· τὸ δὲ καλὸν ποιῆσαι οὐκ ἔγνωσαν. Ἀλλ' αὐτὸς τὴν ἐπὶ τῆς ἀρετῆς σύνεσιν ζητεῖ. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ποία αἴνεσις; εἰπέ μοι. Ἡ εὐχαριστία, ἡ δοξολογία, ἡ διὰ τῶν ἔργων γενομένη ἀθάνατος, καὶ πρὸ τούτων, αὐτὴ ἡ τῇ οὐσίᾳ αὐτοῦ συγκεκληρωμένη. Ἀθάνατος μὲν γὰρ ὁ Θεὸς, καὶ καθ' ἑαυτὸν σφόδρα αἰνετός· αἰνετὸς δὲ καὶ ὅταν ἐννοήσῃς τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὰ ἄλλα πάντα· αἰνετὸς καὶ διὰ τῶν ἔργων, ὅταν ἴδῃς αὐτοῦ τὴν σοφίαν διὰ τῶν ὁρωμένων. Ταῦτα δὲ λέγει εἰς εὐχαριστίαν προτρέπων, καὶ δεικνὺς οὐδεμιᾶς συγγνώμης ὄντας ἀξίους, οὐδὲ τῆς τυχούσης, τοὺς δυσχεραίνοντας πρὸς τὰ γενόμενα. Ὅταν γὰρ ἡ αἴνεσις αὐτοῦ, καὶ ἡ εὐχαριστία, καὶ ἡ δοξολογία οὕτως ᾖ φανερὰ, καὶ δήλη, καὶ σαφὴς, καὶ ἀκίνητος, καὶ πεπηγυῖα, καὶ μονίμη, ὡς καὶ ἀθάνατος εἶναι, ἀπέραντος καὶ ἀτελεύτητος, ἐκεῖνοι δὲ ταύτην ἀγνοοῦντες τἀναντία φθέγγωνται· οὐδὲν ἕτερον ἢ πρὸς τὰ ἡλίου σφόδρα σαφέστερα ἀντιλέγουσι, καὶ ἑκόντες τυφλώττουσιν. Οὐδὲ γὰρ πρόσκαιρός ἐστιν, ἵνα ἀγνοήσωσιν, οὔτε ἀμαυρά τις καὶ ἀσαφὴς, ἀλλὰ καὶ δήλη, καὶ διηνεκὴς καὶ ἀθάνατος ἀεὶ μένουσα, καὶ τέλος οὐδέποτε ἔχουσα. ΕΙΣ ΤΟΝ ΡΙΑʹ ΨΑΛΜΟΝ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.