234
αʹ. Σφόδρα μοι δοκεῖ τῷ τέλει τοῦ πρὸ τούτου ψαλμοῦ ἕπεσθαι τὸ προοίμιον, καὶ ὥσπερ ἓν σῶμα εἶναι συνεχὲς καὶ συνημμένον Ἐκεῖ μὲν γάρ φησιν, Ἀρχὴ σοφίας φόβος Κυρίου· ἐνταῦθα δὲ, Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι παιδεύων τοῦ Θεοῦ τὸν φόβον. Ἐκεῖ μὲν γὰρ αὐτὸν σοφὸν ἔφησεν εἶναι· ἐνταῦθα δὲ μακάριον· τὸ δὲ ὄντως μακάριον τοῦτο, ὡς τά γε ἄλλα πάντα ματαιότης καὶ σκιὰ, καὶ ψιλὰ πράγματα· κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν σώματος ὥραν, κἂν χρημάτων περιβολήν. Φύλλοις γὰρ ἔοικε καταπίπτουσι, καὶ σκιαῖς παρατρεχούσαις, καὶ ὀνείρασιν ἀφιπταμένοις. Τὸ δὲ ὄντως μακάριον τοῦτο. Εἶτα, ἐπειδὴ καὶ δαίμονες δεδοίκασιν αὐτὸν, καὶ φρίττουσιν, ἵνα μὴ νομίσῃς τοῦτο μόνον ἀρκεῖν εἰς σωτηρίαν, ὅπερ ἄνω πεποίηκε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καθάπερ γὰρ ἐκεῖ εἰπὼν, Ἀρχὴ σοφίας φόβος Κυρίου, ἐπήγαγε· Σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν, τοῖς δόγμασι τὴν συμβαίνουσαν πολιτείαν ἀναρτῶν· οὕτω δὴ καὶ ἐνταῦθα, εἰπὼν τὸν φόβον, οὐκ ἐκεῖνον μόνον λέγει τὸν ἀπὸ τῆς γνώσεως, ὃν καὶ δαίμονες ἔχουσιν· ἀλλὰ καὶ τοῦτο προστίθησιν λέγων Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Τοῦτο δὲ εἶπε, βίον ἀπαιτῶν καὶ πολιτείαν ἠκριβωμένην, καὶ ψυχὴν φιλόσοφον. Καὶ οὐκ εἶπε, Τὰς ἐντολὰς αὐτοῦ ποιήσει, ἀλλὰ, Θελήσει, ἕτερόν τι πλέον ἐπιζητῶν. Ποῖον δὴ τοῦτο; Τὸ μετὰ προθυμίας αὐτὰς ποιεῖν· τὸ ἐραστὰς αὐτῶν εἶναι σφοδρούς· τὸ μεταδιώκειν αὐτῶν τὰ ἐπιτάγματα· τὸ φιλεῖν αὐτὰς, μὴ 55.291 διὰ τὸν μισθὸν τὸν ὑπὲρ αὐτῶν κείμενον, ἀλλὰ διὰ τὸν θέντα αὐτάς· τὸ μεθ' ἡδονῆς μετιέναι τὴν ἀρετήν· τὸ μὴ φόβῳ γεέννης, μηδὲ ἀπειλῇ κολάσεως, μηδὲ ἐπαγγελίᾳ βασιλείας, ἀλλὰ διὰ τὸν νομοθετήσαντα. Καὶ ἀλλαχοῦ τοῦτο ποιεῖ, φησὶ, δεικνὺς τὴν ἡδονὴν, ἣν ἔχει περὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ὡς γλυκεῖα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι τῷ στόματί μου. Τοῦτο καὶ Παῦλος ἐπιζητεῖ, αἰνιγματωδῶς οὕτω λέγων· Ὥσπερ παρεστήσατε μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν· οὕτω παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Τουτέστι, Μεθ' ὅσης σπουδῆς, μεθ' ὅσης ἐπιθυμίας τὴν κακίαν ἐδιώκετε, καίτοι μηδὲν ἔπαθλον ἔχουσαν, ἀλλὰ κόλασιν μᾶλλον, καὶ τιμωρίαν· μετὰ τοσαύτης διώξατε τὴν ἀρετήν. Ἀλλ' ὅμως, καὶ τοῦτο σύμμετρον ἔφησεν ἀπαιτεῖν μέτρον. Μέλλων γὰρ ταῦτα λέγειν, οὕτως ἔφη· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· δεικνὺς ὅτι οὐ πολλῷ ἥττονα ἐπιθυμίαν ἐπιδείκνυσθαι χρὴ περὶ τὴν ἀρετὴν, ἢ περὶ τὴν κακίαν ἐπεδειξάμεθα. Ὃ δὲ λέγει τοῦτό ἐστιν· Εἰ γὰρ μὴ τὴν αὐτὴν ἐπιδείξωνται ἀρετὴν, τίνα ἂν ἔχοιεν ἀπολογίαν ἢ συγγνώμην οἱ μηδὲ μετὰ τῆς αὐτῆς ἐπιθυμίας πρὸς ταύτην ἰόντες; ∆ιὰ δὴ τοῦτο καὶ ὁ προφήτης εἶπεν οὗτος· Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα· ὁ γὰρ φοβούμενος αὐτὸν ὡς χρὴ, τὰ ἐπιτάγματα αὐτοῦ μετὰ πολλῆς δέχεται τῆς ἐπιθυμίας. ∆ιόπερ ὁ περὶ τὸν νομοθέτην ἔρως προσηνῆ ποιεῖ τὸν νόμον, κἂν δυσκολίαν δοκῇ ἔχειν τινά. Καὶ μηδεὶς καταγνῷ τοῦ λόγου, εἰ τοιούτῳ κέχρημαι παραδείγματι· καὶ γὰρ καὶ Παῦλος ἐχρήσατο αὐτῷ οὕτως εἰπών· Ὥσπερ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ, οὕτω παραστήσατε δοῦλα τῇ δικαιοσύνῃ. Ὁ τοίνυν πόρνης ἐρῶν, κἂν ὑβρίζηται, κἂν λοιδορῆται, κἂν τύπτηται, κἂν ἀσχημονῇ, κἂν τῆς πατρίδος ἐκβάλληται, καὶ τῆς πατρῴας οὐσίας, κἂν τῆς εὐνοίας τοῦ πατρὸς, κἂν ἕτερα χαλεπώτερα πάσχῃ, μεθ' ἡδονῆς αὐτὰ φέρει διὰ τὸν ἔρωτα τὸν ἀκόλαστον. Εἰ δὲ ἐκεῖνα μεθ' ἡδονῆς δέχονται, πῶς οὐ πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ διατάγματα, τὰ σωτηριώδη καὶ δόξης γέμοντα, καὶ πολλὴν ἡμῖν παρέχοντα φιλοσοφίαν, καὶ ψυχὴν βελτίονα ἐργαζόμενα, μετὰ πολλῆς δεῖ δέχεσθαι τῆς ἡδονῆς, καὶ μηδὲν δύσκολον ἐν αὐτοῖς εἶναι νομίζειν; Τὴν γὰρ δυσκολίαν οὐχ ἡ τῶν ἐπιταγμάτων φύσις, ἀλλ' ἡ τῶν πολλῶν ῥᾳθυμία ποιεῖν εἴωθεν. Ὡς εἴ τις μετὰ προθυμίας αὐτὰ δέχοιτο,