235
κοῦφα καὶ ῥᾷστα αὐτὰ ὄψεται ὄντα. ∆ιὸ ὁ Χριστὸς ἔλεγεν· Ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ ἡ ῥᾳθυμία τῶν πολλῶν καὶ τὰ εὔκολα δύσκολα ἀποφαίνει, ἡ δὲ σπουδὴ καὶ τὰ δύσκολα ῥᾷστα· ὅτε τοῦ μάννα ἀπήλαυον οἱ Ἰουδαῖοι, καὶ ἐδυσχέραινον καὶ θάνατον ηὔχοντο· λιμῷ δὲ παλαίων ὁ Παῦλος ἔχαιρε, καὶ ἐσκίρτα. Κἀκεῖνοι μὲν ἔλεγον· Ἡ ψυχὴ ἡμῶν κατάκενος ἐπὶ τῷ μάννα. Ἐξήγαγες ἡμᾶς ἀπο 55.292 κτεῖναι παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ. Ὁ δὲ Παῦλος ἔλεγε· Χαίρω ἐν τοῖς παθήμασί μου, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί μου. Ποίοις παθήμασι; Τῷ λιμῷ, τῇ δίψῃ, τῇ γυμνότητι, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Πῶς δ' ἂν τοῦτο γένοιτο; Ἂν μετὰ ἀκριβείας καὶ φοβώμεθα καὶ ἀγαπῶμεν τὸν Θεόν· ἂν ἐννοῶμεν αὐτῆς τῆς ἀρετῆς τὴν φύσιν. Καὶ γὰρ πρὸ τῶν ἄλλων ἐπάθλων ἐν ἑαυτῇ τὰς ἀμοιβὰς ἔχει. Ὅταν γὰρ μὴ μοιχεύῃς, μηδὲ φονεύῃς, ἐννόησον ὅσης ἀπολαύσῃ τῆς ἡδονῆς, μὴ καταγινωσκόμενος ὑπὸ τοῦ συνειδότος, μὴ τοὺς οἰκείους αἰσχυνόμενος, καθαροῖς ὀφθαλμοῖς πρὸς ἅπαντας βλέπων. Ἀλλ' οὐχ ὁ μοιχὸς τοιοῦτος, ἀλλὰ πάντας τρέμει καὶ δέδοικε, καὶ αὐτὰς τὰς σκιὰς ὑφορᾶται, βʹ. Πάλιν ὁ πλεονέκτης καὶ βάσκανος τὰ αὐτὰ πείσεται. Ὁ δὲ τούτων ἀπηλλαγμένος τὰ ἐναντία. ∆υνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα οἶδε πολλάκις ἡ Γραφὴ λέγειν οὐ τὸ κατὰ φύσεως ἀκολουθίαν τικτόμενον, ἀλλὰ τὸ κατὰ κοινωνίαν ἀρετῆς. ∆ιὸ καὶ Παῦλος ἑρμηνεύων τὸ, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, ἔλεγεν· Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ· οὐδ' ὅτι σπέρμα Ἀβραὰμ, πάντες τέκνα· ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Καὶ πάλιν, Ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη. Ὅτι γὰρ οὐ περὶ Ἰουδαίων εἴρηται, τὰ πράγματα δηλοῖ· οἱ γὰρ αὐτοὶ κατάρας γέμοντες, πῶς ἂν ἄλλοις εὐλογίας γένοιντο αἴτιοι; ἀλλὰ περὶ τῆς Ἐκκλησίας φησὶ, τῆς κατὰ τὴν κοινωνίαν τῆς πίστεως σπέρμα χρηματιζούσης αὐτῷ. Τοιοῦτοι τοίνυν οἱ ἐνάρετοι, καὶ τὸν Θεὸν φοβουμένων παῖδες ∆υνατὸν ἐν τῇ γῇ τὸ σπέρμα αὐτοῦ. ∆ιὰ τί εἶπεν, Ἐν τῇ γῇ; Ἵνα δείξῃ, ὅτι καὶ πρὸ τῆς ἐντεῦθεν ἀποδημίας, καὶ πρὸ τῆς πείρας τῶν ἀγαθῶν τῶν ἐκεῖ. Ὅπερ γὰρ ἔφθην εἰπὼν, ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἡ ἀρετὴ κέκτηται καὶ πρὸ τῶν ἐπάθλων. Ὅτι γὰρ ὁ τοιοῦτος σπέρμα δυνατὸν ἔσχε, καὶ ὁ ἀρετὴν περιβεβλημένος πάντων ἐστὶ δυνατώτερος, ἐδίδαξαν οἱ ἀπόστολοι, ἔδειξαν οἱ προφῆται. Ὁμοίως καὶ ὁ Κύριος περὶ τούτων ἐμφαίνων, φησίν· Ὅστις ἀκούει μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσε· τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. Πόσαι δήμων ἐπαναστάσεις, πόσοι τυράννων θυμοὶ, πόσα ξίφη, πόσα δόρατα, πόσα βέλη, πόσαι κάμινοι, πόσοι θηρίων ὀδόντες, πόσοι κρημνοὶ, πόσα πελάγη, πόσαι ἐπιβουλαὶ, πόσαι συκοφαντίαι, πόσα μηχανήματα κατὰ τῶν ἀποστόλων ᾔρετο! ἀλλ' ὅμως οὐδὲν αὐτοὺς ὑπεσκέλισεν, ἀλλὰ πάντων ὑψηλότεροι τούτων ἐγένοντο, ὑπὲρ τοὺς καλάμους τῶν ἐπιβουλευόντων πετόμενοι, καὶ τοὺς ἐπιβουλεύοντας εἰς τὴν ἑαυτῶν μετατιθέντες τάξιν. Οὐδὲν γὰρ ἀρετῆς δυνατώτερον· αὕτη καὶ πέτρας στεῤῥοτέρα, καὶ ἀδάμαντος ἰσχυροτέρα· ὥσπερ οὖν κακίας οὐδὲν εὐτελέστερον, οὐδὲ ἀσθενέστερον, κἂν μυρία τις ᾖ περιβεβλημένος χρή 55.293 ματα, κἂν πολλὴν ἔξωθεν ἔχων δυναστείαν. Εἰ δὲ ἐν τῇ γῇ τοσαύτη ἡ ἰσχὺς, ἐννόησον, ἐν τοῖς οὐρανοῖς πόσης ἀπολαύσονται τῆς δυνάμεως οἱ τοιοῦτοι. Γενεὰ εὐθέων εὐλογηθήσεται. Εἶδες αὐτὴν διαλάμπουσαν, καὶ μυρίους κήρυκας καὶ ἐπαινέτας ἔχουσαν καὶ θαυμαστάς;