236
Ἀλλ' οὐχ ἁπλῶς τοὺς τυχόντας, ἀλλὰ τοὺς συνετούς. Οὐδὲ γὰρ δυνήσεταί τις αὐτὴν συνιδεῖν τῶν χαμαιζήλων ἀνθρώπων, ἀλλ' οὗτοι μάλιστα αὐτὴν ἐπαινέσονται, οὗτοι θαυμάσονται, καὶ ἀνακηρύξουσιν, οἱ μὴ διεστραμμένην ἔχοντες τὴν διάνοιαν. Ἐννόησον οὖν ἡλίκον ἐστὶ τὸ κτῆμα, ὥστε μηδὲ τῶν ἀγγέλων ἀποδέειν, μηδὲ τῶν ἀποστόλων, μηδὲ τῶν μεγάλων καὶ θαυμαστῶν· καὶ γὰρ εἰ τοὺς ἐγκωμιάζοντας αὐτὴν τοιούτους εἶναι χρὴ, σκόπει καὶ λογίζου ἡλίκην αὐτὴν εἶναι εἰκός. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Πάλιν ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ διαβαίνει. Οἶδε γὰρ καὶ πλοῦτον καλεῖν ἡ Γραφὴ τὸν ἐν τοῖς ἔργοις τοῖς ἀγαθοῖς· ὡς ὅταν λέγῃ· Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς. Οὗτος γὰρ ἀληθὴς ὁ πλοῦτος, ὡς ὅ γε ἕτερος ὄνομα πλούτου ψιλὸν, πράγματος ἔρημον. Εἰ δὲ καὶ τοῦτον λέγει τις, οὐδὲ οὕτως ἀποστησόμεθα τοῦ λόγου. Τί γὰρ ἂν ἦν καὶ ἐν χρήμασι τῶν ἀποστόλων πλουσιώτερον, οἷς καθάπερ ἐκ πηγῶν ἅπαντα ἔῤῥει; Ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον καὶ ἐτίθουν τὰς τιμὰς παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Ὁρᾷς πλούτου φιλοτιμίαν; Τὰ πάντων ἐκέκτηντο, τῆς φροντίδος αὐτῶν ἀπηλλαγμένοι, καὶ ὥσπερ οἰκονόμοι μᾶλλον αὐτῶν ὄντες ἢ δεσπόται. Οἱ γὰρ ἔχοντες, τοῦ ἔχειν ἀφιστάμενοι, οὕτως αὐτὰ τοῖς ἀποστόλοις ἐκόμιζον, αὐτοὶ μὲν αὐτὰ ἐξαργυρίζοντες καὶ χρήματα ποιοῦντες, τὴν δὲ διανομὴν ἐπιτρέποντες ἐν τῇ ἐξουσίᾳ τῇ ἐκείνων γίνεσθαι. ∆ιὰ τοῦτο ἔλεγεν ὁ Παῦλος· Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἐν τοσούτῳ πλούτῳ ὄντες, ὑψηλότεροι τῆς περιουσίας ἦσαν· καὶ γὰρ τὸ πλῆθος αὐτοὺς οὐ κατεῖχε τῶν χρημάτων. Τοῦτο μάλιστα πλοῦτος, τὸ μὴ δεῖσθαι πλούτου. ∆όξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Ἐνταῦθα λοιπὸν οὐδὲ ἑρμηνείας δεῖται. Εἶχον μὲν γὰρ τὴν δόξαν τὴν παρὰ τοῦ Θεοῦ. Εἵπετο καὶ αὕτη κατὰ τὸν θεῖον λόγον τὸν λέγοντα· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί γὰρ ἐκείνων σεμνότερον; Ὡς ἀγγέλους τοῦ Θεοῦ ἐδέχοντο, τὰ χρήματα φέροντες, παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν· λοιπὸν καὶ αὐτῶν τῶν τὸ διάδημα περικειμένων λαμπρότεροι ὑπῆρχον. Ποῖος μὲν μετὰ τοσαύτης εἰσῄει βασιλεὺς περιφανείας, μεθ' ὅσης ὁ Παῦλος ἐθαυμάζετο πανταχοῦ φθεγγόμενος, καὶ λύων θανάτους, καὶ ἐλαύνων νοσήματα, δραπετεύειν ποιῶν δαίμονας, καὶ διὰ τῶν ἱματίων τῶν ἑαυτοῦ τοιαῦτα ἐργαζόμενος; Οὗτος τὴν γῆν οὐρανὸν ἐποίει, καὶ πρὸς τὴν ἀρετὴν ἅπαντας ἐχειραγώγει. γʹ. Εἰ δὲ ἐν τῇ γῇ τοιαῦτα, ἐννόησον ἐν οὐρανοῖς ἡλίκης δόξης ἀπολαύσονται. Τί δέ ἐστιν, Ἐν τῷ οἴκῳ 55.294 αὐτοῦ; Μετ' αὐτοῦ, φησίν. Ὁ δὲ ἔξωθεν πλοῦτος οὐ μετὰ τοῦ ἔχοντος, ἐπειδὴ οὐδὲ ἐν ἀσφαλείᾳ κεῖται, ἀλλὰ ἐν ταῖς τῶν συκοφαντῶν χερσὶν, ἐν ταῖς τῶν κολάκων, ἐν ταῖς τῶν ἀρχόντων, ἐν ταῖς τῶν οἰκετῶν· διὰ τοῦτο πανταχοῦ αὐτὸν διασπείρει, μὴ θαῤῥῶν αὐτὸν ὅλον ἐν τῷ οἴκῳ κατέχειν· διὰ τοῦτο φυλακαὶ, καὶ προφυλακαὶ, καὶ πλέον οὐδὲν, πάντα δυναμένου διαδιδράσκειν ἐκείνου. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἕτερός φησιν· Ἡ ἐλεημοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἤτοι τὴν ἀρετὴν τὴν καθόλου φησὶν ἐνταῦθα, ἤτοι τὴν ἀντικειμένην τῇ ἀδικίᾳ, ἢ καθὼς ἕτερος ἑρμηνευτὴς ἔφη, τὴν φιλανθρωπίαν τὸν ἔλεον λέγει. Τοιοῦτον γὰρ ἡ τῆς ἐλεημοσύνης δύναμις, ἀθάνατον πρᾶγμα καὶ ἀκήρατον, καὶ οὐδέποτε σβεσθῆναι δυνάμενον. Ἀλλὰ τὰ μὲν ἀνθρώπινα ἅπαντα διασύρεται, ὁ δὲ τῆς ἐλεημοσύνης καρπὸς ἀμάραντος διαμένει διηνεκῶς, μηδεμιᾷ δυσκολίᾳ καιρῶν ἐλεγχόμενος. Κἂν γὰρ τὸ σῶμα διαλυθῇ, ἐκείνη οὐ συγκαταλύεται τῷ βίῳ, ἀλλὰ προαποδημεῖ μονὰς αὐτῷ προευτρεπίζουσα, περὶ ὧν φησιν ὁ Χριστὸς, ὅτι Ἐν τῷ οἴκῳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὥστε καὶ τούτῳ κρατεῖ τῶν ἀνθρωπίνων, τῷ