238
αὐτοῦ ἐν κρίσει· τουτέστι, τεύξεται συνηγορίας, τεύξεται ἀπολογίας, οὐκ ἔσται αὐτῷ κατάκρισις τότε, τῆς ἐλεημοσύνης διατιθείσης αὐτῷ τὴν ἀπολογίαν καλῶς. Ἕτερος δὲ ἑρμηνευτής φησιν, Οἰκονομῶν τὰ πράγματα αὐτοῦ μετὰ κρίσεως. Τουτέστι, πολλῆς ἀπολαύσεται εὐημερίας, οὐχ ὑποστήσεταί τι τῶν ἀτόπων, ἅτε ἄριστος οἰκονόμος γενόμενος. Ὡς ὅ γε ὠμὸς καὶ ἀπάνθρωπος, καὶ μὴ ἐλεῶν, σφόδρα ἀνοικονόμητος. Τί γὰρ ἂν γένοιτο τούτου χαλεπώτερον, ἢ ὅταν περὶ ψυχῆς κινδυνεύειν μέλλων χρημάτων φείδηται, κἀκείνης ἀμελῇ; ∆ιά τοι τοῦτο καὶ ἐκεῖνον τὸν οἰκονόμον ὁ Χριστὸς ἐπῄνεσε τὸν ἡνίκα ἔμελλε κινδυνεύειν τὰ γραμματεῖα διαλύσαντα, καὶ χρεωκοπίαν ἐργασάμενον. Πῶς γὰρ οὐκ ἄτοπον ἐν μὲν τῷ παρόντι κινδυνεύοντας βίῳ πάντα τὰ ἑαυτῶν προΐεσθαι, ὥστε ἐξωνεῖσθαι τὸν κίνδυνον, ἐπικινδύνῳ δὲ μέλλοντας παραδίδοσθαι κολάσει, μὴ τοιαύτῃ κεχρῆσθαι οἰκονομίᾳ; ∆ιὰ δὴ τοῦτο φρόνιμον οἰκονόμον φησὶ τὸν ἐλεήμονα, ὀλίγου πολλὰ ἀγοράζοντα, χρημάτων τὸν οὐρανὸν ὠνούμενον, ἱματίου τὴν βασιλείαν, ἄρτου καὶ ψυχροῦ ποτηρίου τὰ μέλλοντα ἀγαθά. Τί γὰρ ταύτης τῆς οἰκονομίας γένοιτ' ἂν ἴσον, ὅταν τὰ ἀπολ 55.296 λύμενα διδούς τις καὶ ῥέοντα καὶ φθειρόμενα, τὰ μέλλοντα καὶ ἀκίνητα ταῦτα λαμβάνῃ, καὶ δι' ἐκείνων καὶ τῆς κατὰ τὸν παρόντα βίον ἀσφαλείας ἀπολαύῃ; ∆ιὰ τοῦτό φησιν, Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Ἢ, ὡς ἕτερός φησιν, Οἰκονομῶν τὰ πράγματα τὰ αὐτοῦ μετὰ κρίσεως. Ποίᾳ ἐν κρίσει, ἢ ἐν τῇ μελλούσῃ ἡμέρᾳ; Ἢ ὅτι εὖ διαθήσει τὰ κατ' αὐτὸν ἅπαντα, καὶ οὐδὲν ἐν αὐτοῖς ἔσται συγκεχυμένον, ἀλλὰ πάντα ἐν τάξει κείμενα, πάντα ἀκολουθίᾳ καὶ ὁδῷ βαδίζοντα, οὐδὲν τεταραγμένον ἐν αὐτοῖς οὐδὲ θορυβῶδες, τῆς ἐλεημοσύνης ἅπαντα ἐξευμαριζούσης αὐτῷ. Ὃ καὶ σαφέστερον ποιῶν ἕτερος ἑρμηνευτὴς, Οἰκονομῶν τὰ πράγματα αὐτοῦ μετὰ κρίσεως, εἶπεν. Ἐλεήμων γὰρ οὗτος ὁ μετὰ κρίσεως οἰκονομῶν τὰ ἑαυτοῦ· ὡς ὅ γε ἕτερος ἄκαρπος, ἀνοικονόμητος. Ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται. Τί τῆς οἰκονομίας ταύτης ἴσον, ὅταν τοιαύτην ὁδὸν εὕρῃ τὴν ἀπαλλάττουσαν αὐτὸν τῶν ἀδοκήτων περιστάσεων, καὶ τῶν τοῦ βίου κλυδωνίων ἔξω ποιοῦσαν ὁρμίζεσθαι, καὶ ἄνθρωπος ὢν μηδὲν ἀνθρώπινον ὑπομένῃ, ἢ ὑπομένῃ μὲν, μὴ περιτρέπηται δέ; Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ μὴ κλίνηται, μηδὲ ὑποσκελίζηται. Τί οὖν; οὐκ ἐσαλεύθησαν πολλοὶ τῶν ἐλεημόνων; Οὐδαμῶς. Εἰ γὰρ καὶ πένητες ἐγένοντο, καὶ πρὸς ἐσχάτην πτωχείαν μετηνέχθησαν, καὶ συμφοραῖς περιέπεσον, ἀλλ' ὅμως οὐ περιετράπησαν ἐννοοῦντες τὰ εἰργασμένα αὐτοῖς, καὶ τὴν εὔνοιαν τοῦ Θεοῦ, καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασάμενοι, καὶ ἰσχυράν τινα καὶ ἀσφαλῆ ἄγκυραν, τὸ χρηστὸν λέγω συνειδὸς, ἔχοντες. ∆ιά τοι τοῦτο οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλευθήσονται, ἀλλ' ὅτι οὐ σαλευθήσονται. Ὃ δὴ καὶ ἐπ' ἐκείνου ἔλεγεν ὁ Χριστὸς, τοῦ τὴν οἰκοδομὴν ποιοῦντος ἐπὶ τῆς πέτρας, οὐχ ὅτι οὐχ ὑποστήσεται χειμῶνα, ἀλλ' ὅτι καὶ ὑπομένων χειμῶνα οὐ περιτραπήσεται. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅταν μὴ ἐν ἐρημίᾳ τῶν πειρασμῶν τὸ ἀσφαλὲς αὐτῷ ᾖ, ἀλλὰ καὶ πυκνότητι τῶν μηχανημάτων ἀπερίτρεπτος μένῃ διηνεκῶς. Καὶ γὰρ ἀμήχανον ψυχὴν πλουτοῦσαν ἐλεημοσύνῃ ὑπὸ ἀηδίας παθῶν βαπτισθῆναί ποτε. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ὅρα αὐτὸν οὐκ ἐν τῷ καιρῷ τῆς ζωῆς, ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν διδάσκοντα πολλοὺς καὶ κατηχοῦντα. Πῶς οὖν οὗτος ἐν τῷ ζῇν πείσεταί τι πονηρὸν, ὅταν καὶ τελευτῶν ἑτέροις διδάσκαλος γένηται εὐθυμίας; Ἵνα γὰρ μάθωσι καὶ οἱ σφόδρα ἄπιστοι, ὅτι ἀθάνατος αὐτοῦ ὁ καρπὸς ἐν οὐρανοῖς μένει, ἐνταῦθα δίδωσι τὴν πεῖραν· καὶ γὰρ τοῦ σώματος αὐτοῦ καταχωσθέντος, καὶ τῇ γῇ παραδοθέντος, ἡ μνήμη πανταχοῦ περιφέρεται. Τοιαύτη τῆς ἀρετῆς ἡ δύναμις· οὐκ εἴκει τῷ χρόνῳ, οὐ μαραίνεται τῷ πλήθει τῶν ἡμερῶν. Τοῦτο δὲ γίνεται διὰ τὴν τῶν πονηρῶν σωτηρίαν.