239
Ἐκεῖνοι μὲν γὰρ οὐ δέονται τῆς παρὰ ἀνθρώπων εὐφημίας· οἱ δὲ ἐν κακίᾳ ζῶντες δέονται τῶν ἐκείνων ἐγκωμίων, ὥστε ἀπὸ τῆς εὐφημίας τῶν ἑτέροις κατορθουμένων 55.297 σπουδαιότεροι γενέσθαι, καὶ τῆς κακίας ἀπαλλαγῆναί ποτε. Ποῦ τοίνυν εἰσὶν οἱ τοὺς τάφους τοὺς πολυτελεῖς οἰκοδομοῦντες, καὶ τὰς λαμπρὰς οἰκίας ἐγείροντες; Ἀκουέτωσαν τί ποιεῖ μνημόσυνον διηνεκές. Οὐ λίθων οἰκοδομὴ, οὐδὲ περιβολὴ τοίχων καὶ πύργοι, ἀλλ' ἔργων ἀγαθῶν ἐπίδειξις. Ταῦτα δὲ τίθησι διὰ τοὺς σφόδρα ἀπίστους καὶ τοῖς μέλλουσιν οὐ προσέχοντας, ἵνα ἀπὸ τῶν παρόντων καὶ φαινομένων ἐπισπασάμενος αὐτοὺς, καὶ πρὸς τὰ μέλλοντα χειραγωγήσῃ· ἄλλως τε καὶ δείκνυσιν ὅτι ἡ ἀρετὴ, ὃ πολλάκις εἶπον, καὶ πρὸ τῶν ἐπάθλων ἐκείνων ἐν ἑαυτῇ τὴν ἀμοιβὴν ἔχει. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Ἄλλος, Ἀγγελίαν κακὴν οὐ φοβηθήσεται. Ὥσπερ ἄνω οὐκ εἶπεν, ὅτι οὐκ ἐπιβουλει θήσεται, ἀλλ' ὅτι ἐπιβουλευόμενος οὐ σαλευθήσεται· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι οὐκ ἀκούσεται πονηρὰν ἀγγελίαν, ἀλλ' ὅτι ἀκούων οὐ φοβηθήσεται. εʹ. Καὶ πῶς οὐ φοβηθήσεται; Κἂν πόλεμον ἴδῃ προσιόντα, κἂν σεισμὸν τὰς πόλεις καταλύοντα, κἂν λῃστὰς καὶ τοιχωρύχους τὰ πάντα ὑφαιρουμένους, κἂν βαρβάρους ἐπιτρέχοντας, κἂν νόσον θάνατον ἀπειλοῦσαν, κἂν δικαστοῦ θυμὸν, κἂν ὁτιοῦν ἕτερον, οὐ δέδοικε. Προαπέθηκε γὰρ αὑτοῦ τὸν πλοῦτον ἐν ἀσύλῳ χωρίῳ, καὶ οὐ μόνον οὐ τρέμει τελευτῆς ἐπιούσης, ἀλλὰ καὶ ἐπείγεται ταχέως ἐπιδημῆσαι, ἔνθα τὰ τῆς ἐμπορίας αὐτῷ. Ὅπου γὰρ ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Εἰ γὰρ ἔμποροι χρημάτων, πολλὰ προπέμψαντες οἴκαδε φορτία, καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν ἰδεῖν τὸν αὑτῶν πλοῦτον· πολλῷ μᾶλλον οὗτος, ὁ ἐν τοῖς οὐρανοῖς τὴν περιουσίαν προαποθέμενος ἅπασαν, θελήσει τῶν παρόντων ἀποῤῥαγεὶς πρὸς τὰ μέλλοντα κατεπείξεσθαι. Οὐδὲν τοίνυν αὐτὸν εἰς φόβον ἐμβαλεῖν δύναιτ' ἄν. Ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον. Ἕτερός φησιν, Ἑδραία καρδία αὐτοῦ, ταὐτὸ δηλῶν, καὶ ἑρμηνεύων τὸ ἕτοιμον. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐδέν ἐστι τὸ παρασαλεῦον αὐτὸν, καὶ τοῖς παροῦσι προσηλοῦν, ἀλλ' ὅλος δι' ὅλου πρὸς τὸν Θεὸν ἀνατέταται, καὶ τὴν ἐλπίδα ἀναμένει ἐκείνην, καὶ πέπηγε τῇ προσδοκίᾳ ταύτῃ διηνεκῶς ἐρηρεισμένος, καὶ οὐδενὶ τῶν παρόντων μαλακιζόμενος, ἢ περισπώμενος. Τοιαῦται γὰρ αἱ τῶν πραγμάτων φροντίδες σχίζουσι τὴν διάνοιαν, καὶ διατέμνουσι τὴν γνώμην. Ἀναγκαῖον τοίνυν πάλιν εἰπεῖν ἐκεῖνο τὸ εὐαγγελικόν· Ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ. Ἐστήρικται ἡ καρδία αὐτοῦ, οὐ μὴ σαλευθῇ. Εἶδες τὸν οἰκοδομοῦντα τὴν οἰκίαν ἐπὶ τὴν πέτραν; Τί γὰρ δύναται δεδοικέναι ὁ γυμνὸς καὶ εὔζωνος, καὶ μηδεμίαν μηδενὶ παρέχων λαβήν; τί δύναται δεδοικέναι ὁ τὸν Θεὸν ἵλεω ἔχων καὶ εὐμενῆ; Ὥστε ἑκατέρωθεν αὐτῷ τὰ τῆς ἀσφαλείας, ἔκ τε τῆς ἄνωθεν ῥοπῆς καὶ τῆς κάτωθεν εὐκολίας· καὶ οὐδὲν αὐτὸν παρασαλεῦσαι δύναται, οὐ ζημία χρημάτων, οὐκ ἐπήρειαι, οὐ συκοφαντίαι. Οὐ γὰρ ἔχει ἔνθα βλαβῇ, ἐντεῦθεν μεθορμισάμενος εἰς τὸν οὐρανὸν, εἰς χωρίον πονηρίᾳ πάσῃ καὶ ἐπιβουλῇ ἄβατον. Καὶ γὰρ ἴστε σαφῶς, ὅτι πᾶσαι αἱ ἐπιβουλαὶ περὶ χρήματα καὶ χρημάτων ἕνεκεν, καὶ περὶ ταῦτα τῶν ἀνθρώπων ἡ πᾶσα σπουδή. Ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ, Τίς δὲ τοῦ τοιούτου ὁ ἐχθρὸς, ἀλλ' ἢ οἱ πονηροὶ 55.298 δαίμονες, καὶ αὐτὸς ὁ διάβολος; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ ἐλεημοσύνης ἐμνήσθη καὶ τοῦ κιχρᾷν καὶ τοῦ οἰκτείρειν· ἐλεημοσύνης δὲ μέτρα πολλά· ὁ μὲν γὰρ ἔλαττον, ὁ δὲ πλεῖον δίδωσιν· ἴδωμεν ποῖον ἐλεήμονά φησι, τὸν ἐκ τοῦ περισσεύματος παρέχοντα, ἢ τὸν τὰ ὄντα κενοῦντα. Εὔδηλον ὅτι τὸν τὰ ὄντα κενοῦντα, τὸν ἀφειδῶς κεχρημένον τῷ πράγματι·