240
οἷον ὁ Παῦλος ζητεῖ λέγων· Ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Ὅρα δὲ πῶς καὶ ὁ Προφήτης ἄριστα ταῖς λέξεσι κέχρηται. Οὐ γὰρ εἶπε, ∆ιέδωκε, διένειμεν, ἀλλ', Ἐσκόρπισεν, ὁμοῦ καὶ τὴν δαψίλειαν τοῦ παρέχοντος δηλῶν, καὶ σπόρον τὸ πρᾶγμα ὀνομάζων. Τοιοῦτον γὰρ οἱ σπείροντες· σκορπίζουσι τὰ ἀποκείμενα, καὶ τὰ δῆλα προδιδόασιν, ἵνα τὰ μέλλοντα λάβωσι. Τοῦτο συλλογῆς κρεῖττον· καὶ γὰρ οὕτω σκορπίζειν πολλῷ τοῦ συλλέγειν βέλτιον. Σκορπίζεται χρήματα, καὶ συλλέγεται δικαιοσύνη· σκορπίζεται τὰ μὴ μένοντα, ἵνα πορισθῇ τὰ μένοντα. Τοῦτο καὶ γηπόνοι ποιοῦσιν. Ἀλλ' ἐκεῖνοι μὲν ἐπ' ἀδήλοις· γῆ γάρ ἐστιν ἡ ὑποδεχομένη· σὺ δὲ εἰς τὴν χεῖρα τοῦ Θεοῦ, ὅθεν οὐδὲν ἔστιν ἀπολέσαι. Ὅταν οὖν ἴδῃς, ὅτι τὸ χρυσίον καλὸν, καὶ ὀκνήσῃς ἐκβαλεῖν, ἐννόησον τοὺς σπείροντας, ἐννόησον τοὺς δανείζοντας, ἐννόησον τοὺς ἐμπόρους, οἳ ἀπὸ δαπάνης ἄρχονται καὶ ἀναλωμάτων, καὶ ταῦτα ἕκαστος τούτων ἀδήλοις ἐγχειρίζων τοῖς πράγμασι· καὶ γὰρ καὶ κύματα καὶ κόλποι γῆς, καὶ γραμματεῖα τῶν ὀφειλόντων, πάντα ἄδηλα. Καὶ γὰρ πολλάκις ἐν τῷ κεφαλαίῳ τὴν ζημίαν ὑπέμειναν οἱ δανείσαντες· ὁ δὲ τὸν οὐρανὸν γεωργῶν, οὐδὲν τούτων δέδοικεν, ἀλλὰ καὶ περὶ τοῦ κεφαλαίου καὶ περὶ τοῦ τόκου θαῤῥεῖν ἔχει, εἴ γε τὸ τοιοῦτον τόκον δεῖ καλεῖν, ἀλλ' οὐχὶ καὶ τοῦ κεφαλαίου πολλῷ πλέον. Τὸ μὲν γὰρ κεφάλαιον χρήματα· ὁ δὲ τόκος οὐρανῶν βασιλεία. Εἶδες δανείσματος φύσιν, τοῦ κεφαλαίου πολλῷ μείζονα ἔχουσαν τὸν τόκον; Καὶ ταῦτα μὲν ἐν τῷ μέλλοντι· ἐν δὲ τῷ παρόντι ἐλευθερίας ἀπολαύσῃ πολλῆς. Τὸ ἀνεπιβούλευτον ἕξεις, τῶν συκοφαντῶν καὶ τῶν ἐπιβουλευτῶν τὴν ἐπιθυμίαν σβέσεις· ἐν ἀδείᾳ βιώσῃ τὸν ἅπαντα βίον, οὔτε ταῖς φροντίσι τῶν ὄντων ἀποτεινόμενος, ἀλλὰ ταῖς ἐλπίσι τῶν μελλόντων πτερούμενος. Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. Ὃ μάλιστα ποθεινὸν ἀνθρώποις, τοῦτο συνεχῶς τίθησι, τὸ λαμπρὸν καὶ ἐπίσημον, ὃ καὶ ἐκεῖ αὐτοὺς διαδέξεται, καὶ ἐνταῦθα αὐτοῖς μετὰ πολλῆς ἔσται τῆς περιουσίας. Οὐδεὶς γὰρ οὕτω λαμπρὸς καὶ ἐπίδοξος, ὡς ὁ ἐλεήμων. ςʹ. Καὶ εἰ βούλει, λάβε τοὺς ἐν ταῖς ἱπποδρομίαις καὶ ἐν τοῖς θεάτροις εἰκῆ τὰ αὑτῶν δαπανῶντας· ἄγε εἰς μέσον τὸν ἐλεήμονα, καὶ τότε ὄψει ὅσος ἑκατέροις ὁ καρπός· πῶς τοῦτον μὲν ἅπαντες κροτοῦσι διηνεκῶς, καὶ θαυμάζουσι, κοινὸν πατέρα καὶ λιμένα ἡγούμενοι· ἐκεῖνον δὲ τὴν ἡμέραν ἐκείνην κροτήσαντες μόνον ἀκαίρῳ τινὶ καὶ ἀλογίστῳ ὁρμῇ, μετὰ ταῦτα διαβάλλουσιν, ὡς ἀπάνθρωπον, ὡς ὠμὸν, ὡς κενόδοξον, ὡς ἀσελγείας διάκονον καὶ πονηρίας ὑπηρέτην. Ἀλλὰ καὶ ἐν τοῖς συλλόγοις, εἴποτε τοιοῦτοι γίνονται λόγοι, ἐκείνων μὲν τὰ ἀναλώματα στίζεται, καὶ διαβάλλονται αἱ δαπάναι· τούτων δὲ οὐδείς ἐστιν οὕτως ἀναίσχυντος καὶ μιαρὸς, ὃς κἂν μυριάκις ὠμότατος ᾖ 55.299 καὶ ἀπάνθρωπος, οὐκ ἔσται ἐπαινέτης καὶ θαυμαστής. Τοιοῦτον γὰρ ἡ ἀρετή· καὶ παρὰ τοῖς μὴ μετιοῦσιν αὐτὴν ἐπαινετή· ὥσπερ οὖν ἡ κακία καὶ παρὰ τοῖς μετιοῦσι βδελυρὰ, καὶ κατηγορίας ἀνάμεστος. ∆ιά τοι τοῦτο ἐκείνους μὲν οὐδὲ οἱ λαμβάνοντες ἐπαινοῦσι, πόρναι, καὶ ἡνίοχοι, καὶ ὀρχησταὶ, ἀλλὰ καὶ κακῶς ἐροῦσι· τοῦτον δὲ οὐχ οἱ λαβόντες πένητες μόνον, ἀλλὰ καὶ οἱ μὴ τῆς φιλοτιμίας ἀπολαύσαντες θαυμάσονται καὶ φιλήσουσιν ἅπαντες. Ἁμαρτωλὸς ὄψεται, καὶ ὀργισθήσεται· τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται. Τοιοῦτον ἡ ἀρετή· ἐπαχθὲς καὶ φορτικὸν τῇ κακίᾳ. Καὶ γὰρ καθάπερ τὸ πῦρ ἐκκαίει τὰς ἀκάνθας, οὕτω δὴ καὶ ἡ φιλανθρωπία τοὺς ἀπανθρώπους καὶ ὠμοὺς παροξύνει· ἔλεγχος γὰρ αὐτῶν ἐστι καὶ κατηγορία τῆς κακίας. Ἀλλ' ὅρα αὐτὸν οὐδὲ ἐν τῇ τηκεδόνι τολμῶντα κατηγορῆσαι καὶ ἀντιβλέψαι τῷ φαιδρῷ τῆς ἀρετῆς ὄμματι, ἀλλὰ καὶ τὴν διάνοιαν τηκόμενον, καὶ τὴν ὀδύνην διὰ τῶν ὀδόντων ἐπιδεικνύμενον, ῥῆμα δὲ ἐξενεγκεῖν οὐ τολμῶντα, ἀλλὰ τηκόμενον καὶ