241
κατατεινόμενον. Τοιοῦτον γὰρ ἡ κακία· κἂν εἰς αὐτὰ ἀναβῇ τὰ σκῆπτρα, καὶ ἐγγὺς τῶν τὰ διαδήματα περικειμένων στῇ, πάντων εὐτελεστέρα καὶ δειλοτέρα, καὶ θορύβῳ τινὶ καὶ ταραχῇ ἔοικε, καὶ θαλάττῃ μαινομένῃ, κἂν μυρίαν ᾖ περιβεβλημένη δυναστείαν· ὥσπερ οὖν ἡ ἀρετὴ τοὐναντίον. Κἂν γὰρ εἰς ἐσχάτην ᾖ πενίαν, κἂν παρ' αὐτῷ τῷ δεσμωτηρίῳ, τῶν βασιλευόντων ἐστὶ λαμπροτέρα, καὶ πολλῆς ἀπολαύει τῆς ἀδείας, καὶ ἐν γαλήνῃ κάθηται καὶ ἀκυμάντῳ λιμένι, οὐ μόνον οὐδὲν πάσχουσα παρὰ τῶν πονηρῶν, ἀλλὰ καὶ ἐν τῷ σιγᾷν ἀμύνασθαι αὐτοὺς δυναμένη, καὶ τὴν ἐσχάτην τῆς πονηρίας ἀπαιτοῦσα δίκην. Τί γὰρ ἂν γένοιτο ἀνθρώπου ἀθλιώτερον τοῦ ἐν πονηρίᾳ ζῶντος, ὅταν πρὸς τῷ δουλεύειν τοῖς χρήμασι καὶ τοῖς ἑτέρων κατορθώμασι δάκνηται, καὶ τὴν ἑτέρων εὐδοκίμησιν οἰκείαν ἡγῆται τιμωρίαν εἶναι, καὶ δίκην αὐτὸς ἑαυτὸν ἀπαιτῇ, καταξαίνων ἑαυτοῦ τὸ συνειδὸς, κατατείνων ἑαυτοῦ τὴν διάνοιαν, δήμιος αὐτὸς ἑαυτοῦ γινόμενος; Εἶδες ἀρετῆς δύναμιν καθ' ὑπερβολήν; εἶδες κακίας ἀσθένειαν καὶ ἀθλιότητα; Ἀλλ' οὐκ ἐν τούτῳ μόνῳ ἕστηκεν αὐτοῦ τὰ τῆς συμφορᾶς, ἀλλὰ καὶ ἐν ἑτέροις πλείοσιν· ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἐπήγαγε, λέγων· Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται. Τί ἐστιν, Ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται; Οὐδαμοῦ, φησὶν, ἵσταται. Ἐπειδὴ γὰρ τὰ ἐπιθυμήματα αὐτοῦ τοιαῦτα ῥευστὰ καὶ παρατρέχοντα, καὶ ἡ ἐπιθυμία μιμεῖται τὰ πράγματα, σβεννυμένη καὶ ἀπολλυμένη, καὶ ῥίζαν οὐδεμίαν ἔχουσα. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ τοῦ ἁμαρτωλοῦ, ἐννόησον τὰ ἐν τῷ μέλλοντι αἰῶνι ἡλίκα. Ἵνα οὖν μὴ ταῦτα πάθωμεν, ταύτην φυγόντες τὴν ὁδὸν, ἐκείνην ἑλώμεθα, καὶ βαδίζωμεν διηνεκῶς τὴν ἀσφαλῆ, τὴν ἀχείρωτον, τὴν ἡδονῆς γέμουσαν, τὴν δόξης ἐμπεπλησμένην, τὴν οὐρανὸν ἡμῖν προξενοῦσαν, τὴν πρὸς πάντα τοῦ Θεοῦ τὴν εὔνοιαν ἡμῖν παρεχομένην, τὴν φιλοσοφεῖν παρασκευάζουσαν, τὴν τοσαῦτα ἔχουσαν ἀγαθὰ, ὅσα οὐδὲ λόγος παραστῆσαι δυνήσεται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ .....
ΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.
αʹ. Πολὺς ἐν ταῖς Γραφαῖς τῶν αἴνων τούτων ὁ λό 55.300 γος· οὐδὲ γὰρ τὸ τυχὸν πρᾶγμά ἐστιν, ἀλλὰ θυσία τις καὶ προσφορὰ ἀρέσκουσα τῷ Θεῷ· Θυσία γὰρ, φησὶν, αἰνέσεως δοξάσει με. Καὶ πάλιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς. Καὶ πολλαχοῦ καὶ αἱ ἱεραὶ Βίβλοι παρακελεύονται, καὶ οἱ σωζόμενοι ἀντὶ μεγάλων εὐχαριστηρίων τοῦτο προσφέρουσι. Καὶ ποίαν τοῦτο δυσκολίαν ἔχει; φησί· τίνι δὲ οὐ ῥᾴδιον καὶ τῶν τυχόντων αὐτὸ ἀνύειν, καὶ αἰνεῖν τὸν Θεόν; Ἂν ἀκριβῶς καταμάθῃς, ὄψει καὶ τὸν πόνον τὸν ἐν τῷ πράγματι, καὶ τὸ κέρδος τὸ ἐξ αὐτοῦ. Πρῶτον μὲν γὰρ καὶ παρὰ δικαίων ὁ τοιοῦτος ἐπιζητεῖται ὕμνος, καὶ δεῖ πρότερον τὸν βίον κατορθοῦντα, οὕτως ᾄδειν ὕμνους τῷ Θεῷ. Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. ∆εύτερον δὲ, ὅτι οὐχὶ διὰ ῥημάτων μόνον ἔστιν αἰνεῖν, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων, καὶ τοῦτον μάλιστα ἐπιζητεῖ ὁ Θεὸς τὸν αἶνον, ταύτην τὴν δόξαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὕτως αἰνεῖ τὰ Χερουβίμ. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης ἀκούσας τῆς μελῳδίας ἐκείνης τῆς μυστικῆς, ταλανίζει ἑαυτὸν, λέγων· Οἴ μοι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. ∆ιὰ τοῦτο καὶ παρακελευόμενος αἴνους ἀναφέρειν, ἀπὸ τῶν ἄνω δυνάμεων ἄρχεται λέγων οὕτως· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν πάντες οἱ