243
λέγων προφήτης μετὰ τὴν ἐπάνοδόν ἐστι τὴν ἐκ Βαβυλῶνος· καὶ διὰ τοῦτο ταῦτα προεφήτευσε τότε, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ἐκεῖνον λέγει τὸν συγκλεισμὸν καὶ ἐκείνην τὴν ἐρήμωσιν τὴν ἐν Βαβυλῶνι. Μετὰ γὰρ τὸ λυθῆναι ἐκεῖνα, καὶ ἐπὶ τὴν προτέραν αὐτοὺς ἐπανελθεῖν πολιτείαν, ταῦτα ὁ ἄγγελός φησι, δηλῶν τὴν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν, μεθ' ἣν οὐκ ἔσται λοιπὸν τῆς ἐρημίας ἐκείνης μεταβολή τις. ∆ιεδέξατο γὰρ τὰ τῆς Ἐκκλησίας πράγματα. ∆ιό φησιν, ὅτι Μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, τουτέστιν, εὐλογημένον, διὰ τοῦ βίου αὐτῶν αἰνούμενον· ὥσπερ καὶ ἐνταῦθα ἔλεγεν, Εὐλογημένον τὸ ὄνομα Κυρίου. Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Ὁρᾷς πάλιν τὰ ἔθνη δεχόμενα αὐτοῦ τὴν λατρείαν, καὶ οὐχ ἁπλῶς 55.302 ἓν καὶ δύο καὶ τρία, ἀλλὰ πάντα τὰ κατὰ τὴν οἰκουμένην; Τί ταύτης τῆς προφητείας σαφέστερον; Πῶς δὲ ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη; Ὅτι μεγαλύνομεν αὐτὸν, οὐ προστιθέντες αὐτῷ ὕψος; Ἄπαγε· ἀλλὰ τοῖς δόγμασι, τῇ λατρείᾳ, τῇ προσκυνήσει, τοῖς ἄλλοις ἅπασιν, οὐδὲν ταπεινὸν ἐννοοῦντες, καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ' ὑψηλότερα πολλῷ καὶ μείζονα. Τοιαύτη γὰρ αὕτη ἡ πολιτεία· ὅσον οὐρανὸς τῆς γῆς ὑψηλότερος, τοσοῦτον αὕτη τῆς παλαιᾶς. ∆ιό φησιν· Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος. Καὶ γὰρ μετὰ τοῦ ὑψοῦν αὐτὸν διὰ τῆς λατρείας, κἀκεῖνο ἴσμεν, ὅτι καὶ ταῦτα συγκατάβασίς ἐστιν. Ὥστε κἂν τῶν ἐν τῇ παλαιᾷ ὑψηλότερα, ἀλλὰ τῆς ἀξίας αὐτοῦ καταδεέστερα. Καὶ ταῦτα Παῦλος δηλῶν, καὶ ἑκατέρας τῆς γνώσεως τῆς τε νῦν κατεχούσης, τῆς τε τότε ἐσομένης ἐν τῷ μέλλοντι τὸ διάφορον παριστὰς ἔλεγεν· Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. Καὶ πάλιν· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Καὶ, Βλέπομεν ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον. ∆είκνυσι γὰρ διὰ τούτου, ὅτι τοσοῦτον ἀφέστηκεν ἡ γνῶσις αὕτη τῆς τότε, ὅσον τὸ νήπιον τοῦ ἐλθόντος ἀνδρὸς εἰς ἡλικίαν τελείαν. Ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ αἴνου καὶ ὕψους διελέχθη τοῦ διὰ τῆς πολιτείας τῆς ἀνθρωπίνης γενομένου, καὶ παρῄνεσεν οὕτως ὑψοῦν τὸν Θεὸν, οὕτως αἰνεῖν, οὕτω μεγαλύνειν, εἰς μείζονα προτρεπόμενος ἀρετὴν, δείκνυσι ποῦ τοῦτο γίνεται μάλιστα. Ποῦ τοίνυν τοῦτο γίνεται; Ἐν τοῖς οὐρανοῖς. Ἐκεῖ γάρ ἐστιν ἡ δόξα αὐτοῦ. Μάλιστα γὰρ ἄγγελοι δοξάζουσιν αὐτὸν, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ὑπακοῆς τῶν διακονουμένων ἀνθρώπων δοξάζουσι, μετὰ ἀκριβείας τὰ θελήματα αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦ ἀνύοντες. ∆ιό φησι· ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ. ∆ιὸ καὶ ἐν τοῖς Εὐαγγελίοις ἐκέλευεν ὁ Χριστὸς εὔχεσθαι, καὶ λέγειν· Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τουτέστιν, ὥσπερ ἄγγελοι αὐτὸν ἁγιάζουσι, πονηρίας μὲν πάσης ἀπηλλαγμένοι, ἀρετὴν δὲ μετιόντες μετὰ ἀκριβείας· οὕτω δὴ καταξιωθείημεν καὶ ἡμεῖς αὐτὸν ἁγιάζειν. Τοῦτο καὶ οὗτος δηλῶν, ἐπήγαγεν· Ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Μὴ γὰρ δὴ μόνον ἐν τῇ γῇ ἴδῃς τὰ κτίσματα ταῦτα τὰ ὁρώμενα, μηδὲ τὴν κατὰ τὸν οὐρανὸν εὐταξίαν, ἀλλ' ἀνάβηθι τῷ νῷ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοερὰ, ἐπὶ τὰ κάλλη τῶν οὐσιῶν ἐκείνων, ἐπὶ τὴν φαιδρότητα τῆς πολιτείας ἐκείνης· καὶ τότε εἴσῃ πῶς ἐν τοῖς οὐρανοῖς ἡ δόξα αὐτοῦ. Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν; Ἆρα οὐ δοκεῖ μέγα εἶναι τὸ εἰρημένον; Ἀλλ' ὅταν ἐννοήσῃς περὶ τίνος εἴρηται, σφόδρα ἔσται καταδεές. Οὕτως, ὅπερ ἔλεγον, οὐ χρὴ μέχρι τῶν ῥημάτων ἵστασθαι, ἀλλ' ἀναβαίνειν τῇ διανοίᾳ. Πῶς γὰρ ἐν οὐρανοῖς κατοικεῖ 55.303 ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, ὁ πανταχοῦ παρὼν, ὁ λέγων· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· Ὁ μετρήσας τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν δρακί· ὁ κατέχων τὸν γῦρον τῆς γῆς; Ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους αὐτῷ ἦν ὁ λόγος, διὰ τοῦτο τέως οὕτω κέχρηται τῷ λόγῳ, κατὰ μικρὸν