244
ἀνάγων αὐτῶν τὴν διάνοιαν, καὶ πτερῶν τὴν γνώμην, καὶ ἀναβιβάζων ἠρέμα. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς εἶπεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ἀλλὰ πρότερον εἰπὼν, Τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; τότε ἐπήγαγεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· εἶπε δὲ ἐκεῖνο δηλῶν, τίνος ἕνεκεν τὸ δεύτερον εἶπε. ∆ιὰ γὰρ τὴν ἀσθένειαν τὴν Ἰουδαϊκὴν τὴν πρὸς τὰ εἴδωλα ἐπτοημένην, καὶ θεοὺς προσκυνοῦσαν τοὺς ἐν τόποις καὶ ναοῖς συγκεκλεισμένους. ∆ιὰ δὴ τοῦτο κατὰ μικρὸν τὴν σύγκρισιν ποιεῖται, καίτοι ἀσυγκρίτως ἁπάντων ὁ Θεὸς ὑπερέχει· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τῶν ἀκουόντων, ὅπερ ἔφθην εἰπὼν οὐ γὰρ παύσομαι συνεχῶς τὸ αὐτὸ λέγων, ῥυθμίζει τὸν λόγον. Οὐ γὰρ ἐζήτει, ὅπως ἄξιόν τι τῆς δόξης εἴποι τοῦ Θεοῦ τέως, ἀλλ' ὅπως ἐκείνοις χωρητὸν γένηται. ∆ιὰ δὴ τοῦτο κατὰ μικρὸν αὐτοὺς ἀνάγει, καὶ ὅμως οὐδὲ οὕτως ἐναπομένει τῇ ταπεινότητι, ἀλλὰ διανοίγνυσι πάλιν ὑψηλότερα νοήματα ἕτερα. Ἐπειδὴ γὰρ εἶπεν, Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, πάλιν ἐπὶ τὸ ὑψηλότερον ἄγων τὸν λόγον, φησίν· Ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· δεικνὺς ὅτι πανταχοῦ ἐστι, κἀκεῖ καὶ ἐνταῦθα. Οὐ γὰρ ὡς ἄν τις ἐν οὐρανῷ συγκεκλεισμένος, πόῤῥωθεν βλέπει τὰ ἐν τῇ γῇ, ἀλλὰ πανταχοῦ παρὼν, καὶ πᾶσι παριστάμενος. γʹ. Εἶδες πῶς κατὰ μικρὸν πτεροῖ τὴν διάνοιαν τῶν ἀκουόντων; Εἶτα ἀναστήσας ἀπὸ τῆς γῆς τὸν ἀκροατὴν καὶ τῷ οὐρανῷ προσηλώσας, πάλιν μεῖζόν τι φαντάζεσθαι παρασκευάσας, ἐφ' ἕτερον ἔρχεται τῆς δυνάμεως αὐτοῦ δεῖγμα, λέγων· Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα. Μεγάλης γὰρ δυνάμεως καὶ σφόδρα ἀφάτου, καὶ τὰ μικρὰ ἐπαίρειν. Ἀλλαχοῦ μέντοι καὶ τὸ ἐναντίον τίθησιν· ὅτι καὶ τὰ μεγάλα ταπεινοῖ, λέγων οὕτως· ∆ιαιρῶν σύντριμμα ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὀχύρωμα ἐπάγων. Ἐνταῦθα μέντοι γε εἴρηται, ὅτι τοὺς μικροὺς ἐπᾶραι δύναται. Ἔστι μὲν οὖν καὶ καθολικὸς ὁ λόγος. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν αὐτὸν ἐκλαβεῖν βουληθείη, ὄψεται τοῦτο ἐπὶ τῶν ἐθνῶν γινόμενον, ὄψεται τοῦτο ἐπὶ τῶν ἀνθρώπων ἡμῶν ἐπὶ τῆς παρουσίας τοῦ Χριστοῦ. Τί γὰρ τῆς ἡμετέρας φύσεως πτωχότερον; Ἀλλ' ὅμως αὐτὴν ἤγειρε καὶ ἀνήγαγε μετὰ τῆς ἀπαρχῆς ἡμῶν εἰς οὐρανὸν, καὶ συνεκάθισεν εἰς τὸν πατρικὸν θρόνον. Καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων τοῦ λαοῦ αὐτοῦ. Κοπρίαν ἐνταῦθα τὸ εὐτελὲς λέγει, καὶ τὴν ἐκεῖθεν ἀθρόον γινομένην μεταβολὴν, δεικνὺς ὅτι πάντα αὐτῷ ῥᾴδια καὶ εὔκολα. Εἶτα ἐφ' ἕτερον ἔρχεται μεῖζον. Ποῖον δὴ τοῦτο; Ὅτι οὐ τὰ πράγματα μεταθεῖναι δύναται, οὐδὲ τὴν εὐτέλειαν εἰς ἀξίωμα μεταστῆσαι μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς φύσεως μεταθεῖναι τοὺς ὅρους, καὶ στεῖραν ποιῆσαι μητέρα. ∆ιόπερ ἐπήγαγεν· Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην. Ὅπερ γέγονεν ἐπὶ τῆς Ἄν 55.304 νης, ὅπερ γέγονεν ἐπὶ μυρίων ἑτέρων. Εἶδες ὕμνον ἀπηρτισμένον; εἶδες ὕμνον πεπληρωμένον; Εἶπε τὰ μέλλοντα κατορθοῦσθαι τῇ οἰκουμένῃ, πῶς ὁ Ἰουδαϊσμὸς παύεσθαι μέλλει, πῶς καινὴ τῆς Ἐκκλησίας πολιτεία διαλάμπειν, πῶς θυσία πανταχοῦ προσάγεσθαι. Εἶτα ἀξιόπιστον ποιῶν καὶ τοῖς παχυτέροις τὸν λόγον, ἀπὸ τῶν ἤδη γινομένων καὶ περὶ τῶν μελλόντων βεβαιοῦται. Ὃ δὲ λέγει τοῦτό ἐστι· Μὴ ἀπιστήσῃς, ἄνθρωπε, ὅτι τοσαύτη ἔσται μεταβολὴ, καὶ τὰ ἀπεῤῥιμμένα ἔθνη εἰς δόξαν ἥξει μεγίστην. Οὐχ ὁρᾷς καθ' ἑκάστην ἡμέραν ταῦτα γινόμενα; τοὺς ταπεινοὺς ὑψουμένους, καὶ μετὰ ἀρχόντων καθημένους; οὐχ ὁρᾷς τὴν φύσιν πηρουμένην καὶ διορθουμένην, στείρας μητέρας γινομένας; Τοιοῦτόν τι καὶ περὶ τῆς Ἐκκλησίας συνέβη· στεῖρα ἦν, ἀλλ' ἐγένετο μήτηρ τέκνων πολλῶν. ∆ιὸ καὶ λέγει ὁ Ἡσαΐας· Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν