245
ἄνδρα· τοῦτο καὶ ἐπὶ τῆς Ἐκκλησίας ἐσόμενον προαναφωνῶν. ∆ιὰ δὴ τοῦτο καὶ οὗτος ἐνταῦθα τὸν λόγον κατέλυσε, τὴν προφητείαν ἀξιόπιστον καὶ ἐντεῦθεν ἀποφήνας, ἀπὸ τῶν ἤδη γενομένων, ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ. Πάντα γὰρ ὅσα ἂν δόξῃ τῷ Θεῷ, ῥᾴδια ποιῆσαι. Καὶ γὰρ φύσιν μεταθεῖναι δύναται, καὶ ταπεινότητα μεταβαλεῖν εἰς ὕψος, καὶ διορθῶσαι τρόπους. Ταῦτ' οὖν εἰδότες ἅπαντα, τὰ παρ' ἑαυτῶν εἰσφέρωμεν, καὶ πάσης ἀπολαυσόμεθα δόξης, καὶ πρὸς ἄφατον ὕψος ἀναβησόμεθα, τῆς ῥοπῆς ἀπολαύοντες τοῦ Θεοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΙΓʹ ΨΑΛΜΟΝ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐ τοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. αʹ. Μεγάλην ἐνταῦθα τοῦ Θεοῦ τὴν πραότητα μαρτυρεῖ καὶ ἡμερότητα. Ποίαν δὴ ταύτην; Ὅτι πρῶτον ἀποδείξεις παρεχόμενος τῆς οἰκείας δυνάμεως, τότε ἀπαιτεῖ τὴν προσκύνησιν. Τοῦτο γὰρ δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐγενήθη Ἰουδαίαἁγίασμα αὐτοῦ. Τότε γὰρ ἔδειξε τὴν δύναμιν αὐτοῦ, φησὶ, διὰ τῶν ἐν Αἰγύπτῳ σημείων, διὰ τῶν ἐν τῇ ἐρήμῳ· τότε καὶ τὸν λαὸν ᾠκειώσατο. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀδὰμ ἐποίησε. Πρότερον γὰρ τὸν κόσμον ποιήσας, καὶ δείξας αὐτοῦ καὶ τῆς σοφίας καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, οὕτω τὸν ἄνθρωπον ἔπλασε, καὶ τὴν προσκύνησιν ἀπῄτησεν. Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ σημεῖα πρῶτον παρασχόμενος πολλὰ καὶ παντοδαπὰ, τότε τὴν πίστιν ἀπῄτει. ∆ιά τοι τοῦτο τοῖς μὲν ἐξ ἀρχῆς προσιοῦσιν, ἅτε οὐκ ἔχουσιν αὐτοῦ ἐνέχυρα, οὐδὲ ἀπόδειξιν τῆς θεότητος, οὐκ ἔλεγε, Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; ἀλλὰ μόνον τὰ σημεῖα ἐπεδείκνυ. Ἐπειδὴ δὲ πανταχοῦ τῆς Παλαιστίνης ὑπομνήματα τῆς ἑαυτοῦ δυνάμεως ἐναπέθετο, σώματα πεπηρωμένα διορθῶν, κακίαν ἐξελαύνων, περὶ βασιλείας διαλεγόμενος, τοὺς σωτηριώδεις εἰσάγων νόμους, τότε καὶ τὴν πίστιν ἀπῄτει παρὰ τῶν προσιόντων. Ἄνθρωποι μὲν γὰρ πρότερον ἄρχειν ἐθέλουσι, καὶ τότε εὐεργετεῖν ἐπιχειροῦσιν· ὁ Θεὸς δὲ ἀπὸ τῶν εὐεργεσιῶν ἄρχεται. Καὶ τί λέγω τὰς ἄλλας εὐεργεσίας, ὅπου γε καὶ τὸν σταυρὸν αὐτὸν ὑπέμεινε, καὶ τότε τῆς οἰκουμένης ἐκράτησε, διὰ τῶν 55.305 ἔργων ἐπιδειξάμενος τὴν κηδεμονίαν; Τοῦτο γοῦν καὶ ὁ ψαλμὸς ἐνταῦθα δηλῶν ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. Τουτέστιν, ἐν τῇ ἐξόδῳ, ἐν τῇ ἀπαλλαγῇ, ἐν τῇ ἐλευθερίᾳ, τῆς Αἰγύπτου. καὶ οὐχ ἁπλῶς εἶπεν, Αἰγύπτου, ἀλλὰ προσέθηκε, Λαοῦ βαρβάρου· τῷ ὀνόματι τῶν πολεμίων τὴν κηδεμονίαν ἐνδειξάμενος τοῦ Θεοῦ. Τῶν γὰρ χαλεπῶν ἐκείνων, καὶ ἀνημέρων, καὶ βαρβαρικώτερον διακειμένων Αἰγυπτίων οὐκ ἂν ἠδυνήθησαν ἀπαλλαγῆναι, εἰ μὴ τῆς κραταιᾶς ἀπήλαυσαν χειρὸς καὶ τῆς δεξιᾶς τῆς ἀμάχου. Καὶ γὰρ θηρίων ἦσαν ἀγριώτεροι, καὶ πέτρας σκληρότεροι, μυρίαις παιόμενοι πληγαῖς, καὶ οὐκ ἐνδιδόντες. Εἰπὼν τοίνυν τὸν λαὸν βάρβαρον, ἔδειξε τοῦ Θεοῦ τῆς δυνάμεως τὴν ὑπερβολὴν, ὅτι τὸν οὕτω βάρβαρον, τὸν οὕτως ὠμὸν νῦν μὲν ἔπεισε, νῦν δὲ καὶ ἄκοντα κατηνάγκασεν ἀφεῖναι τοὺς δούλους, καὶ φιλονεικοῦντας ὕστερον τῇ θαλάττῃ παρέδωκε, καὶ οὕτω τὸν λαὸν ἠλευθέρωσε τὸν ἑαυτοῦ. Τί δέ ἐστιν, Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ; Ἀντὶ τοῦ, λαὸς αὐτῷ λατρεύων, λαὸς αὐτῷ ἀνακείμενος, λαὸς αὐτῷ ᾠκειωμένος. Ἁγίασμα δὲ κυρίως ἐλέγετο ὁ ναὸς, τὰ