247
ἡ κτίσις ὑπεξίστατο, καὶ παρεχώρει, καὶ πρὸς τὰ ἐναντία μεθίστατο, τὸν στρατηγοῦντα ὁρῶσα, καὶ τῷ δημαγωγῷ παραχωροῦσα; Πάντα γὰρ τότε τῷ δήμῳ τῷ τῶν Ἑβραίων ὑπεξίστατο καὶ παρεχώρει, ἵνα μάθωσιν, ὅτι οὐκ ἀνθρωπίνης ἀκολουθίας ἦν τὰ γινόμενα, ἀλλὰ θείας καὶ ἀποῤῥήτου δυνάμεως τὰ θαυματουργούμενα ἅπαντα. Καὶ ὅρα τὴν ἔμφασιν τῆς λέξεως, πῶς ἀρίστως αὐτὴν τέθεικεν. Οὐ γὰρ εἶπεν· Ἀνεχώρησεν, οὐδὲ, Ὑπεξέστη· ἀλλὰ τί· Ἡ θάλασσαεἶδε, καὶ ἔφυγε· τὸ τάχος τῆς ἀναχωρήσεως τῇ φυγῇ παραστῆσαι βουλόμενος, τὸ μέγεθος τῆς ἐκπλήξεως, τὸ εὔκολον τῆς ἐνεργείας τοῦ Θεοῦ. Καὶ ἵνα μή τις νομίσῃ ἐκ περιόδου τινὸς καὶ συντυχίας τοῦτο γίνεσθαι, ἐξ ἐκείνου οὐκ ἔτι γέγονεν, ἀλλ' ἅπαξ, ὅτε ὁ Θεὸς ἐκέλευσε, καὶ ἐπὶ διαφόρων προσώπων. Καὶ γὰρ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη καθάπερ λογική τις καὶ ἔμψυχος, τοῦ Θεοῦ κελεύοντος, οὕτω τοὺς μὲν ἔσωσε, τοὺς δὲ ἀπώλλυε, τοῖς μὲν τάφος, τοῖς δὲ ὄχημα γινομένη. Τοῦτο καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου ἴδοι τις ἄν. Καὶ γὰρ τὸ πῦρ, τὸ ἁπλῶς καὶ ὡς ἔτυχε φερόμενον, πολλὴν εὐταξίαν ἐπεδείκνυτο, ὅτε ὁ Θεὸς ἐπέταξε, οὓς μὲν ἔνδον εἶχε διασῶζον, τοὺς δὲ ἔξωθεν περικαθημένους 55.307 ἁρπάζον καὶ ἀναλίσκον. Ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. Εἶδες καὶ ἐν διαφόροις καιροῖς, καὶ ἐν διαφόροις χωρίοις τὰ θαύματα γινόμενα; Ἵνα γὰρ μάθωσιν, ὅτι πανταχοῦ ἡ δύναμις ἐκτέταται τοῦ Θεοῦ, καὶ οὐ περικλείεται τόπῳ, καὶ ἐν τῇ ἐρήμῳ καὶ ἐν τῇ τῶν βαρβάρων χώρᾳ, καὶ πανταχοῦ παρεγίνετο θαυματουργῶν, καὶ νῦν μὲν ἐν θαλάττῃ, νῦν δὲ ἐν ποταμοῖς, καὶ τότε μὲν ἐπὶ Μωϋσέως ὕστερον δὲ ἐπὶ τοῦ Ἰησοῦ· καὶ πανταχοῦ διὰ σημείων παρεπέμποντο, ἵνα τὴν ἀναίσθητον αὐτῶν γνώμην, καὶ τὴν σκληρὰν διάνοιαν τοῖς θαύμασι μαλασσομένην, εὐήνιον καὶ ἐπιτηδειοτέραν καταστήσωσι πρὸς τὴν τῆς θεογνωσίας ὑποδοχήν. Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Ἐνταῦθα ζήτημα οὐ μικρὸν ἡμῖν ἀνακύπτει. Καὶ γάρ τινες διαποροῦντές φασιν· Ὅτι μὲν τὰ πρότερα γέγονεν ἴσμεν· καὶ γὰρ ἱστορία παρέδωκεν, ὅτι καὶ ἡ Ἐρυθρὰ θάλασσα ἐσχίσθη ἐν τῇ ἐξόδῳ, καὶ ὅτι ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω, ἡνίκα ἡ κιβωτὸς παρῄει· ὅτι δὲ ὄρη ἐσκίρτησαν καὶ βουνοὶ, οὐδαμοῦ τοῦτο ὁρῶμεν γεγραμμένον. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι τὴν ἡδονὴν ὑπερβολικῶς παραστῆσαι βουλόμενος καὶ τῶν θαυμάτων τὸ μέγεθος ὁ Προφήτης, εἰσάγει καὶ τὰ ἄψυχα αὐτὰ μονονουχὶ χορεύοντα καὶ πηδῶντα, ἅπερ ἐπὶ τῶν εὐφραινομένων γίνεται. ∆ιὰ τοῦτο καὶ ἡ προσθήκη τῆς εἰκόνος τὸ, Ὡς κριοὶ, καὶ ὡς ἀρνία προβάτων. Καὶ γὰρ ἐκεῖνα τὰ ἄλογα ἡνίκα εὐφραίνηται, τοῖς πηδήμασι τὴν ἡδονὴν δηλοῖ. Ὥσπερ οὖν ἐν ταῖς συμφοραῖς ἄλλος φησὶν, ὅτι καὶ ἄμπελος ἐπένθησε, καὶ οἶνος· οὐχ ὡς τῆς ἀμπέλου πενθούσης πῶς γὰρ ἂν πενθήσει ἄμπελος;, ἀλλὰ τὴν ὑπερβολὴν τῆς κατηφείας ἐνδείξασθαι βουλόμενος, καὶ τῶν ἀψύχων αὐτῶν σχεδὸν ἁπτομένων ὑπερβολικῶς λέγει· οὕτω δὴ καὶ ἐνταῦθα τὴν κτίσιν εἰσάγει κοινωνοῦσαν τῆς ἡδονῆς, ἵνα τὸ μέγεθος δείξῃ τῆς εὐφροσύνης. Τοῦτο καὶ ἡμῖν ἔθος λέγειν, ὅτε τὸ ἐνταῦθα φαιδρὰ γέγονεν, ἐπειδάν τινα ἴδωμεν ἔντιμον παραγενόμενον· Ἐνέπλησας τὴν οἰκίαν χαρᾶς· οὐ περὶ τῶν τοίχων διαλεγόμενοι, ἀλλὰ τὴν ὑπερβολὴν τῆς εὐφροσύνης παριστῶντες. Τί σοι ἐστὶ, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Τὰ ὄρη, ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ, ὡς ἀρνία προβάτων; Κατὰ ἐρώτησιν τὸν λόγον προάγει, καὶ τοῖς στοιχείοις διαλέγεται, ἀπὸ τῆς αὐτῆς γνώμης ἀφ' ἧς ἔφησεν αὐτὰ σκιρτᾷν. Ὥσπερ γὰρ οὐκ αἴσθησιν αὐτοῖς διδοὺς ταῦτα ἔλεγεν, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς ἐνδεικνύμενος καὶ τῶν κατορθωμάτων τὸ μέγεθος· οὕτω καὶ τὴν ἐρώτησιν αὐτοῖς προσάγει· οὐχ ὡς ἀποκρίνασθαι δυναμένοις, καὶ αἴσθησιν ἔχουσιν, ἀλλ' ὥστε σαφέστερον ποιῆσαι τὸν λόγον καὶ δεῖξαι τὸ παράδοξον.