248
γʹ. Ὡς γὰρ καινοῦ τινος γενομένου, καὶ οὐ κατὰ ἀκολουθίαν συμβάντος, τὴν ἐρώτησιν ἐπάγει, καὶ προστίθησι τῇ ἀποκρίσει. Τίς δὲ ἦν αὕτη; Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Ἐνταῦθα πάλιν σάλον τὴν ἔκπληξινλέγει, τὸ θαῦμα, τὴν ἔκστασιν, ὥστε δεῖξαι τὸ μέγεθος τῶν γεγενημένων. Εἶτα δεικνὺς ὅσον ἐστὶν ἀνδρὸς ἀρετὴ, ἀπὸ τοῦ 55.308 δούλου τὸν ∆εσπότην ἐκάλεσεν. Ὃ καὶ Παῦλος ἀντὶ μεγίστης τιμῆς ἔφη τοῖς ἁγίοις δεδόσθαι ἐκείνοις, ὅτι δὴ τῶν βιωτικῶν ἀπηλλάγησαν ἁπάντων. Οὐδὲ γὰρ τὴν τιμὴν μόνον τίθησιν, ἀλλὰ καὶ τὴν αἰτίαν τῆς τιμῆς προστίθησιν, ἵνα τὸν ἀκροατὴν διδάξῃ τὴν ὁδὸν, δι' ἧς δύναται ταύτης ἀπολαῦσαι τῆς προεδρίας. Τίς δέ ἐστιν αὕτη; Τὸ ἀπὸ τῶν δούλων καλεῖσθαι τὸν ∆εσπότην. ∆ιὸ καὶ ἔλεγε· ∆ι' ἢν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πῶς δὲ ὁ Θεὸς αὐτῶν ἐκαλεῖτο· Λέγων· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Εἶτα καὶ τὴν αἰτίαν τῆς τοιαύτης κλήσεως ἀνωτέρω τιθεὶς, εἶπε· Καὶ οὗτοι πάντες ἀπέθανον, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες, καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν. Αὕτη ἡ αἰτία, διὸ καὶ ἐπήγαγε· ∆ι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Ποίαν αἰτίαν; εἰπέ μοι. Ὅτι ὡμολόγησαν ξένοι καὶ παρεπίδημοι εἶναι, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ παρόντα, ἀλλ' ἀποῤῥήξαντες ἑαυτοὺς τῶν βιωτικῶν, οὕτως ἐν ἀλλοτρίᾳ διέτριβον. Τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Ποίαν ἔχοιεν ἂν, εἰπέ μοι, συγγνώμην οἱ σκληροὶ καὶ δυσένδοτοι, ὅταν ἡ πέτρα καὶ ἡ ἀκρότομος καὶ σκληρὰ καὶ δυσένδοτος εἴκῃ τῷ προστάγματι τοῦ Θεοῦ, ἄνθρωπος δὲ, ὁ λόγῳ τετιμημένος, καὶ πάντων ἡμερώτερος, ἐκείνης ἀναισθητότερος γίνηται; Ἀκρότομον γὰρ ἐνταῦθά φησι τὴν σιδήρῳ οὐ ῥᾳδίως εἴκουσαν, ἀλλ' ἐκ τῶν ἄκρων μόλις ἀποθραυομένην. Ἀλλ' ὅμως καὶ ἐκείνη εἰς τὴν ἐναντίαν διελύθη φύσιν, καὶ πηγὰς ἀφῆκεν ὑδάτων. Ὁ γὰρ τῆς φύσεως δημιουργὸς, καὶ τοὺς ὅρους αὐτοὺς μεταθεῖναι δύναται, καὶ τὰ ἐναντία ἐπιδείξασθαι· ὃ πολλαχοῦ πολλάκις ἐποίησε, δεικνὺς ὅτι αὐτός ἐστιν ὁ ἐξ οὐκ ὄντων τὰ πάντα ποιήσας. Εἰπὼν τοίνυν τὰς παλαιὰς εὐεργεσίας, τὰ θαύματα, τὰ τεράστια, πῶς ἀπήλλαξε βαρβαρικῆς δουλείας, πῶς εἰς ἐλευθερίαν ἐχειραγώγησε, καὶ τὰ στοιχεῖα μετέβαλε, καὶ πάντα ἡδονῆς ἐνέπλησε, καὶ ὑπὲρ τῶν παρόντων δεῖται, ἐπὶ τὸν αὐτὸν καταφεύγων λιμένα. Εἶτα ἐπειδὴ κἀκεῖνο γεγένηται, οὐ διὰ τὴν ἀξίαν τῶν εὐεργετουμένων, ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ διὰ τὸ ὄνομα αὐτοῦ· ὅπερ ἔλεγεν, Ἵνα μὴ βεβηλωθῇ τὸ ὄνομά μου, ἀλλὰ πάντες μάθωσι διὰ τῶν γινομένων τὴν ἰσχὺν αὐτοῦ καὶ τὴν δύναμιν, καὶ τοῦτο διδασκαλίας ὑπόθεσις γένηται· τοῦτο καὶ νῦν προβάλλεται τὸ δικαίωμα, λέγων· Εἰ καὶ ὑπὸ τοῦ βίου προδεδόμεθα, καὶ ἀπὸ τῶν ἔργων ἐσμὲν ἀπαῤῥησίαστοι, διὰ τὸ ὄνομά σου ποίησον, ὃ καὶ Μωϋσῆς τότε ἔλεγεν. Ὃ καὶ οὗτός φησι, συνῳδὰ ἐκείνῳ φθεγγόμενος· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Μὴ δι' ἡμᾶς, φησὶν, ἵνα ἡμᾶς λαμπροτέρους ποιήσῃς καὶ ἐπισήμους, ἀλλ' ἵνα αὐτὸς πανταχοῦ κατάδηλόν σου τὴν δύναμιν ἐργάσῃ. Ἀλλ' ὥσπερ τὸ ὄνομα αὐτοῦ δοξάζεται, ἀντιλαμβανομένου καὶ βοηθοῦντος· οὕτω πάλιν δοξάζεται ἐν ἀρετῇ βιούντων ἡμῶν καὶ λαμπόντων κατὰ τὴν πολιτείαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ 55.309 δοξάσωσι τὸν Πατέρα ὑμῶν, τὸν ἐν τοῖς οὐρανοῖς. Ὥσπερ τοίνυν δοξάζεται ἐν ἀρετῇ ὄντων ἡμῶν, οὕτω πάλιν βλασφημεῖται ἐν κακίᾳ διατριβόντων. Τοῦτο γοῦν καὶ διὰ τοῦ προφήτου δηλῶν, ἔλεγε· Τὸ ὄνομά μου δι' ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Ἀλλ' ἐπειδὴ οὐδαμόθεν ἑτέρωθεν ἔχει τὴν συνηγορίαν τὴν ὑπὲρ αὐτῶν ποιήσασθαι, ἐπὶ