249
τοῦτο καταφεύγει, καθάπερ καὶ Μωϋσῆς. Ἀλλ' οὐκ ἀεὶ αὐτὸ ποιεῖ ὁ Θεὸς, τῆς σωτηρίας κηδόμενος τῶν ἀνθρώπων. Εἰ γὰρ ἀεὶ τοῦτο ποιεῖν ἔμελλε, πολλοὶ τῶν ῥᾳθύμων χείρους ἂν ἐγένοντο, μέγιστον ἐνέχυρον ἔχοντες τοῦ μὴ πάσχειν κακῶς, τὸ διὰ τὴν δόξαν αὐτοῦ διηνεκῶς σώζεσθαι. Ἀλλ' οὐ γίνεται τοῦτο. Οὐ γὰρ οὕτω μέλει τῆς δόξης αὐτοῦ αὐτῷ, ὡς τῆς σωτηρίας τῆς τῶν ἀνθρώπων. Εἰ γὰρ ἄνθρωποι καταφρονοῦσι τούτου, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μὴ δεόμενός τινος τῶν παρ' ἡμῶν· ἀλλ' ὅπερ ἔφην, ὁ Προφήτης, ἐπειδὴ συνηγόρου τάξιν ἔχει, ἀπὸ τῶν ἐνόντων τὴν συνηγορίαν ποιεῖται, καὶ διπλασιάζει τῷ λόγῳ, λέγων· Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν· σφόδρα τὸ ἀνάξιον τῶν σωζομένων δεικνύς· Ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἡμεῖς μὲν γὰρ μυρίων ἄξιοι κακῶν· ἀλλ' ὅπως τὸ ὄνομά σου μὴ βεβηλωθῇ. Ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Ἕτερος ἑρμηνευτής φησι, ∆ιὰ τὸ ἔλεός σου. Ὁρᾷς πῶς αὐτὸ καὶ αὐτὸς οἶδε σαφῶς, ὅτι πολλάκις τούτου καταφρονῶν ὁ Θεὸς πρὸς ἓν ὁρᾷ μόνον, τὴν τῶν ἁμαρτανόντων διόρθωσιν. ∆ιὰ τοῦτο ἐπήγαγεν· Ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου. Τουτέστι, διὰ τὸ ἔλεός σου βοήθησον ἡμῖν, εἰ καὶ τῆς δόξης οὐ μέλει σοι τῆς παρὰ τῶν ἀνθρώπων, ἀλλὰ διὰ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου. Ἔστι γὰρ, ἔστι καὶ κολάζοντα δόξαν λαβεῖν, οὐκ ἐλεοῦντα μόνον. Ἀλλὰ μὴ οὕτω, φησὶν, ἀλλὰ διὰ τὸ ἔλεός σου. Ἐχρῆν μὲν γὰρ παρ' ἡμῶν τῷ ὀνόματί σου δίδοσθαι δόξαν διὰ τοῦ βίου καὶ τῆς πολιτείας· ἐπειδὴ δὲ τοῦτο προδεδώκαμεν, διὰ τῆς ἀντιλήψεως ποίησον, διὰ τοῦ ἐλέου καὶ τῆς φιλανθρωπίας. Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; δʹ. Πολλῶν καὶ νῦν εὐχομένων ἀκούω ταῦτα λεγόντων· ἀλλὰ δέος, μήποτε ἄλλως εἴπωσι τὸ, Ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; ὅταν ἁρπάζωσι πολλοὶ, καὶ ἀδικῶσι, καὶ μυρία ποιῶσι δεινά. Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Ἐνταῦθα τὴν πλάνην τῶν ἀνοήτων διορθοῦται. Ἐπειδὴ γὰρ πολλοὶ ἀγνοοῦσιν εἶναι Θεὸν, τὸ τοιοῦτον δόγμα διορθούμενος, φησίν· Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν. Εἰ δὲ ἐν τῷ οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τῆς γῆς. Τί δέ ἐστιν, Ἐν τῷ οὐρανῷ πάντα ὅσα ἠθέλησεν ἐποίησεν; Ἢ τὰς δυνάμεις τὰς ἄνω φησὶ, καὶ τοὺς δήμους τοὺς ἀπείρους ἐκείνους, ἢ τὰ ἐπιτάγματα, ἃ μετὰ εὐκολίας ἀνύεται. Εἰ δὲ ἡ γῆ πολλὴν ἔχει τὴν σύγχυσιν καὶ τὴν ἀταξίαν, μὴ θαυμάσῃς. Ἀπὸ τῆς τῶν ἀνθρώπων κακίας, καὶ τῆς πονηρίας τῶν μετιόντων, ἀλλ' οὐ παρὰ τὴν ἀτονίαν τοῦ Θεοῦ τοῦτο γίνεται. Ὅτι γὰρ ἰσχυρὸς καὶ 55.310 δυνατὸς, τὰ ἐν τῷ οὐρανῷ δηλοῖ πραττόμενα. Εἰ δὲ ἐν τῇ γῇ οὐχ οὕτως, οἱ ἀναξίους ἑαυτοὺς καθιστῶντες αἴτιοι. Καὶ ἑτέρως δ' ἄν τις τοῦτον μεταχειρίσειε τὸν λόγον, ὅτι πολλὰ καὶ διὰ μακροθυμίαν οὐδέπω τὴν κατ' ἀξίαν λαμβάνει ἀντίδοσιν. ∆ιὰ τοῦτο καὶ πονηροὶ δικαίων περιγίνονται, οὐ βουλομένου τοῦ φιλανθρώπου Θεοῦ παρὰ πόδας ἕκαστον τὰς εὐθύνας ἀπαιτεῖν τῶν πεπλημμελημένων· ἐπεὶ πάλαι ἂν τὸ γένος ἀνηρπάσθη τὸ ἡμέτερον. Τοῦτο τοίνυν ἐνταῦθά φησιν, ὅτι δυνατὸς μέν ἐστι καὶ ἰσχυρὸς, καὶ οἷός τε ἐπεξελθεῖν· καὶ δῆλον ἐκ τῶν ἐν τῷ οὐρανῷ γενομένων· οὐ ποιεῖ δὲ τοῦτο, πανταχοῦ τῇ μακροθυμίᾳ χρώμενος, καὶ εἰς μετάνοιαν ἕλκων τοὺς ἐν πονηρίᾳ ζῶντας. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἐν μὲν τῷ ἑκατοστῷ πέμπτῳ ψαλμῷ τὴν μανίαν αὐτῶν διηγούμενος ἔλεγεν, ὅτι Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμονίοις· ἐν