250
δὲ τῷ παρόντι τὴν ἀναισθησίαν, ὅτι ταῖς ἀψύχοις ὕλαις προστετήκασι. Καὶ πάντα αὐτῶν ἔπεισι τὰ μέλη, πλατυτέραν τὴν κωμῳδίαν ἐργαζόμενος. Εἶτα καὶ ἐπάγων φησίν· Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Καίτοι γε τοῦτο ἀρετὴ, τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἐνταῦθα κατάρα γέγονεν. Ἐννόησον οὖν τίνες ἂν εἶεν, ὅταν ἡ πρὸς αὐτοὺς ὁμοίωσις ἀντὶ ἀρᾶς προφέρηται τῆς ἐσχάτης. Καὶ καλῶς οὕτω τὸν λόγον ἐσχημάτισε, κωμῳδῶν αὐτοὺς εἰς ἐσχάτην ἄνοιαν, καὶ καταγελάστους δεικνύς. Πῶς γὰρ οὐ καταγέλαστον, εἰπέ μοι, τὸ προσδεδέσθαι ξοάνῳ τύπον ἔχοντι τῆς ἐσχάτης ἀσχημοσύνης; Τίς γὰρ ἂν ἕλοιτο γυμνὴν γυναῖκα ἰδεῖν; Ὁ δὲ δαίμων καὶ γυμνῷ τύπῳ παρεδρεύει. Καὶ νῦν μὲν πορνείας εἰκόνες τὰ ξόανα, νῦν δὲ μανίας τῆς κατὰ τῶν ἀῤῥένων. Τί γὰρ ἂν ὁ ἀετὸς βούλεται; τί δὲ ὁ Γανυμήδης; τί δὲ ὁ διώκων τὴν παρθένον Ἀπόλλων; τί δὲ τὰ ἕτερα μυσαρὰ σχήματα; Πανταχοῦ ἀσέλγεια, πανταχοῦ ἀκολασία, πανταχοῦ μίξεων ἀθέσμων καὶ ἐρώτων λυσσώντων τύποι. Καὶ γὰρ τὰ ξόανα, καὶ αἱ ἑορταὶ, καὶ αἱ πανηγύρεις, καὶ αἱ τελεταὶ, ἔλεγχοι καὶ ὑπομνήματα καὶ διδασκαλίαι τῶν ἀτόπων εἰσίν. Οὐ μόνον δὲ τῶν αἰσχρῶν, ἀλλὰ καὶ φόνων τῶν πρὸς ἀνθρώπους. Ὅθεν καὶ ἀποτροπιάζονται τοὺς δαίμονας. Οὐδὲν γὰρ ἕτερον παρ' ἐκείνοις, ἢ ἀσέλγεια, καὶ μέθαι ἀκόλαστοι, καὶ ὠμότης, καὶ ἀπανθρωπία, καὶ μιαιφονίαι, καὶ τὰς ἑορτὰς ὅλας ἐντεῦθεν συνισταμένας ἴδοι τις ἄν. Κωμῳδήσας τοίνυν τῶν εἰδώλων τὴν ἀναισθησίαν, καὶ τὴν ἄνοιαν τῶν πεποιθότων αὐτοῖς, μετάγει τὸν λόγον ἐπὶ τὸν τοῦ Θεοῦ ὕμνον λέγων· Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. ∆ιὰ γὰρ τούτων καὶ τὴν δύναμιν τοῦ Θεοῦ ἀνα 55.311 κηρύττει, καὶ τὴν ἀσύγκριτον αὐτοῦ καὶ κατὰ πάντων ὑπεροχήν. Τὰ γὰρ εἰς τὸν δῆμον τὸν Ἰουδαϊκὸν γινόμενα εἰς μέσον ἄγων, διπλῆν δείκνυσιν αὐτοῦ τὴν εὐεργεσίαν, μᾶλλον δὲ καὶ τριπλῆν. Πρῶτον μὲν, ὅτι δαιμόνων αὐτοὺς ἀπήλλαξεν· ἔπειτα, ὅτι ἑαυτὸν ἐγνώρισεν· καὶ τρίτον, ὅτι καὶ βοήθειαν αὐτοῖς τὴν παρ' ἑαυτοῦ παρέσχε. ∆ιαιρεῖ δὲ τὸν λόγον εἴς τε τὸν Ἰσραὴλ, καὶ τὸ ἱερατικὸν γένος, καὶ τοὺς ἐξ ἐθνῶν προσιόντας αὐτῷ. Οὐ γάρ ἐστιν ἴσον ἱερεὺς καὶ ἰδιώτης, ἀλλ' ἔχει τι πλέον οὗτος· διὸ καὶ τὴν διαίρεσιν εἰκότως ποιεῖται. Καὶ γὰρ μείζων εἰς αὐτοὺς ἡ τιμὴ ἐγένετο. εʹ. Εἶτα δεικνὺς, ὅτι οὐκ εἰς τὰ Ἰουδαϊκὰ αὐτοῦ κατεκέκλειστο ἡ πρόνοια, καὶ τῶν προσηλύτων ἐμνήσθη, τῶν ἐκ τῶν ἐθνῶν προσιόντων, τήν τε βοήθειαν, καὶ τὴν εὐλογίαν εἰς ἅπαντας γεγενῆσθαι λέγων. Κύριος μνησθεὶς ἡμῶν, εὐλόγησεν ἡμᾶς. Εὐλόγησε τὸν οἶκον Ἰσραήλ· εὐλόγησε τὸν οἶκον Ἀαρών· εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον. Τί ἐστιν, Εὐλόγησε; Μυρίων, φησὶν, ἐνέπλησεν ἀγαθῶν. Εὐλογεῖ μὲν γὰρ ἄνθρωπος Θεὸν, ὡς ὅταν λέγῃ, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἀλλ' ὁ τὸν Θεὸν εὐλογῶν, αὐτὸς κερδαίνει, λαμπρότερον ἑαυτὸν καθιστὰς, οὐκ ἐκείνῳ τι χαριζόμενος· ὁ δὲ Θεὸς εὐλογῶν, ἡμᾶς λαμπροτέρους ποιεῖ, οὐκ αὐτός τι προσλαμβάνει. Ἀνενδεὲς γὰρ τὸ Θεῖον· ὥστε ἑκατέρωθεν ἡμέτερόν ἐστι τὸ κέρδος. Πῶς δὲ εὐλόγησεν αὐτούς; Ἄρτον αὐτοῖς ἐξ οὐρανοῦ ἔδωκεν, ὕδωρ ὤμβρησεν ἐκ πέτρας, τὰς εἰσόδους αὐτῶν καὶ τὰς ἐξόδους ἐφύλαξε, τὰ βουκόλια αὐτῶν ἐπλήθυνε καὶ τὰ ποίμνια αὐτῶν, λαὸν περιούσιον ὠνόμασε, καὶ βασίλειον ἱεράτευμα, νόμον ἔδωκε, προφήτας ἔπεμψε. Ταῦτα καὶ ἀλλαχοῦ κηρύττων, Οὐκ ἐποίησε, φησὶν, οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Καὶ ἄλλος· Ποῖον ἔθνος οὕτω σοφὸν, ᾧ ἐγγίζει Κύριος ὁ Θεός; Τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Οὐδὲ ἓν γένος, φησὶν, ἔρημον εὐλογίας ἦν, ἀλλ' εἰς πάντας ἐκτέτατο