252
ἐστερεώθησαν. Ἐκείνῳ τῷ λόγῳ σε εὐλογεῖ, τῷ τοσαῦτα δυναμένῳ. Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. Τί λέγεις; ἐξελέξατο τὸν οὐρανὸν οἴκημα ἑαυτῷ, καὶ τὰ ὑπερῷα λαβὼν, ἡμῖν ἀφώρισε τὰ ἐνταῦθα; Ἄπαγε· οὐκ ἔστι τοῦτο, ἀλλὰ συγκαταβάσεως ὁ λόγος. Εἰ γὰρ τοῦτό ἐστι, πῶς τὸ ἕτερον ἕστηκε τὸ παρὰ τοῦ Θεοῦ λεγόμενον; Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Ἐκεῖνο γὰρ ἐναντίον τούτῳ, εἰ κατὰ τὴν πρόχειρον αὐτὸ προφορὰν ἐκδεξώμεθα, καὶ μὴ τὴν ἀποκειμένην αὐτοῖς σκοπήσωμεν θεωρίαν. Τί οὖν ἐστιν ὅ φησιν· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων; Συγκαταβατικῷ κέχρηται λόγῳ, οὐκ ἀποκλείων ἐν τῷ οὐρανῷ τὸν Θεόν. Οὐδὲ γὰρ τὸ, Οὐρανὸς θρόνος αὐτοῦ, καὶ ἡ γῆ ὑποπόδιον· ὥσπερ οὐδὲ τὸ, Οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, ἀξίως αὐτοῦ εἴρηται· ἀλλὰ καὶ αὐτὸ συγκατάβασις. Πάντα γὰρ αὐτὸς περιέχει, πάντα φέρει, οὐ δεόμενος τόπου, ἀλλ' αὐτὸς ἅπαντα συγκρατῶν· ἀλλὰ λέγεται ὁ οὐρανὸς αὐτοῦ οἶκος, διὰ τὸ καθαρὸν εἶναι χωρίον πονηρίας. Ὥσπερ οὖν ἐνταῦθα οὐκ ἐκλογὴ ὁ οὐρανός· οὕτως οὐδὲ ὅταν λέγῃ, Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, ἢ ὅτι Ἐξελέξατο τὸν οἶκον Ἰακώβ. Οὐδὲ γὰρ ἐνταῦθά φησι τοῦτο, ὅτι οἱ μὲν Ἰουδαῖοι αὐτοῦ, οἱ δὲ ἄλλοι ἄνθρωποι οὐκ ἔτι· ἀλλ' ἔρημοι τῆς προνοίας αὐτοῦ εἰσι, καὶ τῆς δημιουργίας ἀπεστέρηνται. Κοινὸς γὰρ ἁπάντων Θεός ἐστι· κέχρηται δὲ τῷ λόγῳ τούτῳ, δεικνὺς τὸν πόθον τὸν περὶ αὐτοὺς, ἐπειδὴ ὁπωσοῦν τῶν ἄλλων ἐδόκουν εἶναι ἀμείνους. Ὅτι γὰρ οὐκ αὐτοὺς ἐξελέξατο μόνους, ἀλλὰ πάντων ἦν κηδεμὼν, δείκνυσι μὲν καὶ τὰ πρὸ Μωϋσέως, οὐκ ἔλαττον δὲ καὶ τὰ ἐπ' αὐτοῦ· καὶ μετὰ τοῦτον τὰ καθέκαστον γινόμενα. Τόν τε γὰρ ἥλιον, τὴν γῆν, τὴν θάλασσαν, τὰ ἄλλα πάντα κοινῇ πᾶσιν ἔδωκε, τόν τε φυσικὸν νόμον πᾶσιν ἐνέσπειρε. Τόν τε Ἀβραὰμ, Πέρσην ὄντα, καὶ ἐφίλει, καὶ μετετίθει· τούς τε γὰρ Αἰγυπτίους, τούς τε ἐν τῇ Χαναὰν, τούς τε ἀπὸ Περσίδος ἐλθόντας δι' αὐτοῦ διώρθωσε· πάλιν διά τε τοῦ παιδὸς τοῦ ἐκείνου καὶ τοῦ ἐκγόνου πολλοὺς τῶν ἐκεῖ γειτόνων βελτίους ἐποίει, τὸ γοῦν ἑαυτοῦ μέρος. Ἐπειδὴ δὲ καὶ Μωϋσῆς ἐτέχθη, μετὰ ταῦτα διὰ τῶν εἰς τοὺς Ἰουδαίους γινομένων τοὺς Αἰγυπτίους πρὸς θεογνωσίαν ἐχειραγώγει, καὶ τοὺς ἐν Παλαιστίνῃ, καὶ μετὰ ταῦτα τοὺς ἐν Βαβυλῶνι. Οὕτως ὅταν λέγῃ, Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τοῦτο λέγει, ὅτι διὰ τοῦτο ἐπαναπαύεται τοῖς ἐκεῖ, ἐπειδὴ πάσης εἰσὶ πονηρίας ἀπηλλαγμένοι. Καὶ σὺ δὲ, ἂν μὴ τῇ γῇ προσηλωμένος ᾖς, ἀλλ' ἄγγελος γένῃ, ταχέως εἰς τὸν οὐρανὸν καὶ τὸν πατρῷον οἶκον ἀναβήσῃ, καὶ 55.314 πρὸ τῆς ἀναστάσεως δὲ ἐντεῦθεν ἤδη μετέστης, καὶ τὸ ἀξίωμα ἔχεις. Καθάπερ γὰρ πολλοὶ τῶν εἰς τὴν μεγάλην σύγκλητον τελούντων, καὶ ἐν ἀγρῷ διατρίβοντες ἀξίωμα ἔχουσι· οὕτω καὶ σὺ ἐὰν βουληθῇς ἐν οὐρανῷ πολιτεύεσθαι, καὶ ἐνταῦθα διατρίβων, ἀπολαύσῃ τῆς ἀξίας ἐκείνης. Οὐχὶ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Ἀλλ' ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Νεκροὺς οὐ τοὺς τετελευτηκότας φησὶν, ἀλλὰ τοὺς ἐν ἀσεβείαις ἐναποθανόντας, ἢ τοὺς ἐν ἁμαρτήμασι κατασαπέντας. Ἐπεὶ καὶ Ἀβραὰμ τετελευτηκὼς ἦν, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ,ἀλλ' ὅμως οὕτως ἔζων, ὡς τὴν ἐκείνων μνήμην ποιεῖσθαι τοὺς ζῶντας. Ὁ γοῦν Μωϋσῆς ὑπὲρ τοῦ ὑπ' αὐτοῦ δημαγωγουμένου λαοῦ προσευχόμενος, δι' αὐτῶν δυσωπεῖ τὸν Θεὸν, εἰς ἱκετηρίαν αὐτοὺς προσλαβών. Καὶ οἱ τρεῖς δὲ παῖδες διὰ τούτους ἀξιοῦσι σώζεσθαι· διὸ καὶ λέγουσι· Μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, δι' Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου, καὶ Ἰσραὴλ τὸν ἅγιόν σου. Εἰ δὲ τοσαύτην εἶχον ἰσχὺν, πῶς ἦσαν νεκροί; Καὶ πάλιν ὁ Χριστός· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. ∆ιὰ τοῦτο Παῦλος τοὺς ἀποθανόντας, οὐ νεκροὺς καλεῖ, ἀλλὰ τοὺς κοιμηθέντας, γράφων· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν