253
κεκοιμημένων. Ὁ γὰρ δίκαιος κἂν τελευτήσῃ, οὐ τέθνηκεν, ἀλλὰ καθεύδει. Ὁ γὰρ μέλλων εἰς ζωὴν βελτίονα παραπέμπεσθαι, καθεύδει· ὁ δὲ μέλλων εἰς θάνατον ἀθάνατον ἀπάγεσθαι, καὶ ζῶν τετελεύτηκε, καὶ νεκρός ἐστιν. Ἐκεῖνοι εἰς ᾅδην καταβαίνουσιν· οὗτοι εἰς οὐρανὸν ἀναβήσονται, καὶ μετὰ Χριστοῦ ἔσονται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Προφήτης οὐχ ἁπλῶς εἶπεν, Οἱ ζῶντες, ἀλλ', Ἡμεῖς οἱ ζῶντες, καὶ τὸ καθ' ἑαυτὸν θείς. Καὶ διὰ τί μὴ εἶπεν, Οἱ ζῶντες, ἀλλὰ προσέθηκεν, Ἡμεῖς; Ὅτι καὶ Παῦλος οὕτως εἶπεν, ὅτι Ἡμεῖς οἱζῶντες, οἱ περιλειπόμενοι, οὐ μὴ φθάσομεν εἰς τὴν παρουσίαν τοῦ Κυρίου. Καθάπερ ἐκεῖ τὸ, Ἡμεῖς, προσκείμενον, οὐκ ἀφίησι τὸ εἰρημένον περὶ πάντων λέγεσθαι, ἀλλὰ περὶ τῶν πιστῶν, καὶ ἐκείνῳ κατὰ τὴν πολιτείαν ἐοικότων· οὕτω καὶ ἐνταῦθα τὸ, Ἡμεῖς οἱ ζῶντες, τοὺς κατὰ τὸν ∆αυῒδ λέγει, καὶ τοὺς ἐν ἀρετῇ ζῶντας. Ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὁρᾷς καὶ τὴν ἐπαγωγὴν τοῦτο δηλοῦσαν; Τοῦτο, ποῖον; Ὅτι περὶ τῶν κατ' ἀρετὴν ζώντων λέγει. Οὐδεὶς γοῦν τὸν αἰῶνα ζῇ τὴν ζωὴν ταύτην, ἀλλ' ἐκεῖνοι μόνοι, οἳ καὶ διαπαντὸς ζῶσι τὴν μετὰ δόξης ζωήν. Καὶ γὰρ καὶ οἱ ἁμαρτωλοὶ ζῶσιν· ἀλλ' ἐν κολάσει καὶ τιμωρίᾳ, καὶ τῷ βρύχειν τοὺς ὀδόντας· οὗτοι δὲ ἐν λαμπρότητι καὶ περιφανείᾳ, ἔργον ἔχοντες τὸ μετὰ τῶν ἀσωμάτων δυνάμεων τοὺς μυστικοὺς ἀναφέρειν τῷ Θεῷ ὕμνους. Ἵνα οὖν καὶ ἡμεῖς ταύτης ἀπολαύσωμεν τῆς χαρᾶς, ταύτην διώξωμεν τὴν ζωὴν, ἵνα καὶ ἐπ' ἐκείνην ἔλθωμεν τὴν λῆξιν, ἣν οὔτε λόγος, οὔτε νοῦς, οὔτε ἕτερον οὐδὸν παραστῆσαι δυνήσεται, ἀλλ' αὐτὴ 55.315 μόνη ἡ πεῖρα δείκνυσιν αὐτῆς τὴν μακαριότητα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΙ∆ʹ ΨΑΛΜΟΝ.
Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.
αʹ. Καὶ τίς οὐκ ἀγαπᾷ ἀκουόμενος; φησί. Πολλοὶ τῶν βιωτικῶν ἀνθρώπων. Οὐ γὰρ δὴ βούλονται ταῦτα ἀκοῦσαι, ἃ αὐτοῖς συμφέρει, ἀλλ' ἀξιοῦσι μὲν τὰ μὴ συμφέροντα αὐτοῖς γίνεσθαι· εἶτα ἐπειδὰν γένηται, ἀλύουσι, καὶ δυσανασχετοῦσι. Τὰ γὰρ συμφέροντα ἐκεῖνά εἰσιν, ἃ ὁ Θεὸς οἶδε καὶ ἐπίσταται εἶναι συμφέροντα ἡμῖν, κἂν πενίαν εἴπῃς, κἂν λιμὸν, κἂν νόσον, κἂν ὁτιοῦν ἕτερον τοιοῦτον. Ἃ δὲ Θεὸς δοκιμάσῃ συμφέροντα εἶναι καὶ δῷ, ταῦτά ἐστι τὰ λυσιτελῆ. Ἐπεὶ καὶ Παύλῳ ἄκουσον τί φησιν· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τοῦτο γὰρ ἦν αὐτῷ συμφέρον, διωγμοὶ, καὶ θλίψεις, καὶ στενοχωρίαι. Ἀκούσας δὲ, ὅτι τοῦτο συνέφερεν, ἔλεγε· ∆ιὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Ὥστε οὐ τῶν τυχόντων ἐστὶ χαίρειν, ὅταν ὁ Θεὸς αὐτῶν ἐπακούῃ, τὰ συμφέροντα παρέχων. Πολλοὶ γοῦν τὰ ἀσύμφορα βούλονται, καὶ τούτοις ἐνευφραίνονται· ὁ δὲ Προφήτης οὐχ οὕτως, ἀλλὰ τί; Ἠγάπησεν, ὅτι εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, τὰ συμφέροντα διδούς. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί. Πάλιν ἀνθρωπίνοις ῥήμασι τοῦ Θεοῦ τὸ νεῦμα παρίστησι. Καὶ ἕτερον δέ τι αἰνίττεται διὰ τοῦ ῥήματος τούτου, λέγων, ὅτι Οὐκ ἐγὼ ἄξιος ἀκουσθῆναι, ἀλλ' αὐτὸς κατέβη πρός με. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Τί ἐστιν, Ἐν ταῖς ἡμέραις μου; Οὐκ ἐπειδὴ, φησὶν, ἠκούσθην, ἀποπηδήσω, καὶ ῥᾳθυμότερος ἔσομαι, ἀλλὰ τὰς ἡμέρας μου πάσας τοῦτο ἔργον ποιήσομαι. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾄδου εὕροσάν με. Θλίψιν καὶ ὀδύνην εὗρον· καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην. Εἶδες ὅπλον ἰσχυρόν; εἶδες παραμυθίαν πάντα λύουσαν τὰ δεινά; εἶδες ψυχὴν διαθερμαινομένην τῷ