255
βʹ. Εἶτα δεικνὺς τὸ πρὸς τὴν φιλανθρωπίαν ἐπιῤῥεπέστερον, ἐπάγει πάλιν λέγων· Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Καὶ καλῶς εἶπεν· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν θεῶν, ὧν πρώην ἐμνήσθη. Ἐκείνοις μὲν γὰρ τὸ σφάζειν καὶ ἀναιρεῖν, καὶ ἀκήρυκτα πολεμεῖν ἔργον· τούτῳ δὲ τὸ φιλανθρωπεύεσθαι, καὶ συγγινώσκειν, καὶ κινδύνων ἐξαρπάζειν διηνεκῶς· ἃ δὴ μάλιστα μετὰ τῶν ἄλλων δείκνυσι τοὺς μὲν δαίμονας ὄντας καὶ ἀλιτηρίους, τὸν δὲ κηδεμόνα καὶ προστάτην καὶ Θεὸν ἀληθινόν. Φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. Ἐνταῦθα μέγιστον εἶδος προνοίας αὐτοῦ ἀνακινεῖ. Ἐπειδὴ γὰρ εἶπεν· Ἐλεήμων καὶ δίκαιος, καὶ ἐλεεῖ, μεγίστης αὐτοῦ φιλανθρωπίας ἔργον δείκνυσι. Ποῖον δὴ τοῦτο; Τὸ τῶν νηπίων. Ἡμεῖς μὲν γὰρ καὶ λόγον ἔχομεν τὰ μὲν φυλάττεσθαι, τὰ δὲ ἑλέσθαι παιδεύοντα, καὶ τὰ ἐπερχόμενα διακρούεσθαι κακὰ, καὶ τὰ παρόντα διαλῦσαι, καὶ ἰσχὺν κεκτήμεθα, καὶ τέχνας ἐπιστάμεθα· τὰ δὲ παιδία τούτων ἔρημα πάντων, ὡς ἀπροστάτευτα· ἀλλὰ διὰ πάντων ἔχει τοῦ Θεοῦ τὴν πρόνοιαν, ἧς εἰ μὴ συνεχῶς ἀπήλαυον, πάντα ἂν ἀπολώλει. Καὶ γὰρ καὶ ὄφις ἂν ἠφάνισεν ἐν σπαργάνοις ἔτι ὂν τὸ παιδίον, καὶ κατοικίδιος ὄρνις, καὶ πολλὰ τῶν ἑρπόντων ἕτερα τῶν κατὰ τὰς οἰκίας. Οὐδὲ γὰρ ἀρκεῖ οὔτε τροφὸς, οὔτε μήτηρ, οὔτε ἕτερος οὐδεὶς ἀπηρτισμένην ἐπιδείκνυσθαι περὶ αὐτὰ πρόνοιαν, ἂν μὴ τῆς ἄνωθεν ἀπολαύῃ ῥοπῆς. Τινὲς δέ φασι καὶ περὶ τῶν ἐμβρύων καὶ μήπω τῆς γαστρὸς ἐξελθόντων τοῦτον εἰρῆσθαι τὸν λόγον. Ἐταπεινώθην, καὶ ἔσωσέ με. Οὐκ εἶπεν· Οὐκ εἴασεν εἰς κινδύνους ἐμπεσεῖν· ἀλλὰ, Μετὰ τὸ ἐμπεσεῖν διέσωσεν. Ἐπειδὴ γὰρ εἶπε τὴν καθόλου αὐτοῦ πρόνοιαν, καὶ ἐπὶ τοῦ οἰκείου προσώπου προάγει τὸν λόγον, ὅπερ ἔθος αὐτῷ ἀπό τε τῶν καθολικῶν, ἀπό τε τῶν μερικῶν ταῦτα συνιστᾷν. Μὴ τοίνυν μηδὲ σὺ ζήτει τὸν ἀδείας γέμοντα βίον· οὐ γάρ ἐστί σοι λυσιτελές. Εἰ γὰρ τοῖς προφήταις οὐκ ἦν συμφέρον, πολλῷ μᾶλλον σοί. Ὅτι γὰρ οὐκ ἦν συμφέρον, ἄκουσον τί φησιν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. ∆ιπλῆ ἡ εὐχαριστία ἐνταῦθα, ὅτι εἴασεν ἐμπεσεῖν εἰς κινδύνους, καὶ ὅτι ἐμπεσόντα οὐ κατέλιπεν. Ἀμφότερα δέ πως εὐεργεσίας εἶδος, καὶ τοῦ δευτέρου τὸ πρότερον οὐκ ἔλαττον, ἀλλ', εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ μεῖζον. Τὸ μὲν γὰρ κινδύνους διέλυσε, τὸ δὲ τὴν ψυχὴν φιλοσοφωτέραν εἰργάσατο. Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ὅτι ἐῤῥύσατο τὴν ψυχήν μου ἀπὸ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων, καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν χώρᾳ ζώντων. Ὁ μὲν τῆς ἱστορίας λόγος δεινὴν ἀπαλλαγήν φησι, καὶ ἄνεσίν τινα καὶ ἐλευθερίαν. Εἰ δέ τις κατὰ ἀναγωγὴν αὐτὸν ἐκλάβοι, δυνήσεται τὴν 55.318 ἐντεῦθεν ἀποδημίαν λύτρωσιν λέγειν, καὶ ἀνάπαυσιν ταύτην καλεῖν. Ἀπαλλαγὴ γάρ ἐστι πάντων τῶν ἀδοκήτων δεινῶν. καὶ οὐκ ἔτι τῇ ἀδηλίᾳ λοιπὸν ὑπόκειται, ἐν ἀσφαλείᾳ γεγονὼς, ὁ μετὰ χρηστῆς καταλύσας ἐλπίδος. Εἰ γὰρ καὶ ἐξ ἁμαρτίας ὁ θάνατος εἰσενήνεκται, ἀλλ' ὅμως εἰς εὐεργεσίαν ἡμῶν αὐτῷ ὁ Θεὸς ἐχρήσατο. ∆ιὰ δὴ τοῦτο οὐκ αὐτῷ μόνον ἠρκέσθη, ἀλλὰ καὶ τὸν βίον ἐπίμοχθον ἐποίησεν, ἵνα μάθῃς, ὅτι οὐδὲ τὸ πρότερον συνεχώρησεν ἂν, εἰ μὴ σφόδρα χρήσιμον ἦν παρὰ τὴν αὐτοῦ σοφίαν τοῦτο γενόμενον. ∆ιὰ δὴ τοῦτο εἰπών· Ἧ ἂν ἡμέρᾳ φάγῃ, θανάτῳ ἀποθανῇ, οὐκ ἠρκέσθη τῷ ἐπιτιμίῳ· τὸ γὰρ ἐπιτίμιον τοῦτο ἦν· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· νῦν δὲ καὶ ἕτερον δείκνυσι λέγων· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν λύπαις φάγῃ αὐτήν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου. Ἐν λύπαις τέξῃ τέκνα. Οὐ γὰρ ἱκανὸν ἦν ἐκεῖνο αὐτοὺς σωφρονίσαι. Πολλοὺς γοῦν ὁρῶμεν ταύτῃ μάλιστα γινομένους βελτίους. Ὁ γὰρ θάνατος ἀναισθησίᾳ παραδίδωσιν, ἐπειδὰν ἐπέλθῃ· ταῦτα δὲ ζῶντας βελτίους ἐργάζεται. Εἰ δὲ φοβερὸν τὸ πρᾶγμα εἶναι δοκεῖ, παρὰ τὴν ἀσθένειαν