257
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΙΕʹ ΨΑΛΜΟΝ. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. αʹ. Ταύτης μνησθεὶς τῆς ῥήσεως καὶ ὁ μακάριος Παῦλος, οὕτω πώς φησιν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Ἀναγκαῖον τοίνυν πρῶτον εἰπεῖν πῶς ὁ Ἀπόστολος αὐτῇ ἐχρήσατο, καὶ περὶ τίνος ὁ λόγος ἦν αὐτῷ. Οὕτω γὰρ ἀπὸ τούτου καὶ τὸ προφητικὸν ἔσται δῆλον ἡμῖν. Ἄλλως δὲ καὶ διδασκαλία αὕτη ἀρίστη, μὴ τὴν συνάφειαν περικόπτειν τοῦ λόγου, μηδὲ μέρος λαβόν 55.320 τας προσκαθῆσθαι ἐκείνῳ, ἀλλ' ἄνωθεν τοῦ διηγήματος ποιεῖσθαι τὴν ἀρχήν. Περὶ τίνος τοίνυν διαλεγόμενος ὁ Παῦλος ταύτης ἐμνήσθη τῆς προφητικῆς φωνῆς; Περὶ ἀναστάσεως καὶ τῆς τῶν μελλόντων ἀγαθῶν ἀπολαύσεως, ἃ καὶ λόγον ὑπερβαίνει πάντα, καὶ νοῦν καὶ διάνοιαν. Ἐπεὶ οὖν λόγον ὑπερέβαινε πάντα, καὶ ἑρμηνευθῆναι ταῦτα οὐχ οἷόν τε ἦν, πίστεως δὲ πρὸς τὸ παραδέχεσθαι χρεία, ἵνα μὴ ταράττηται ὁ Ἰουδαῖος, μηδὲ ἀπατᾶσθαι νομίζῃ, ὡς ψυχραῖς φυσώμενος ἐλπίσι, προφητικῇ ῥήσει τὴν ἀγνωμοσύνην αὐτοῦ διορθοῦται μονονουχὶ λέγων, ὅτι Οὐ καινόν τι πρᾶγμα ἐπιζητῶ, πίστιν, ἀλλὰ παλαιὸν ἀγαθόν. Καὶ γὰρ ὁ Παῦλος οὕτως· ὁ δὲ προφήτης μέλλων καὶ αὐτὸς περί τινων ἀγαθῶν ἐν τῷ παρόντι προφητεύειν τοῖς Ἰουδαίοις συμβησομένων, καὶ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὑπερβαινόντων, ἵνα μηδεὶς ἀπιστεῖν ἔχῃ, οὕτως ἀπήρξατο τοῦ ψαλμοῦ λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. Ἐπειδὴ γὰρ ἀπολώλει τὰ Ἱεροσόλυμα, καὶ ἐρείπιον ὁ ναὸς ἐγεγόνει, καὶ πάντες αἰχμάλωτοι γενόμενοι καὶ δεθέντες εἰς τὴν ἀλλοτρίαν ἀπήχθησαν, βάρβαροι δὲ τὴν ἐκείνων γῆν ἀντ' ἐκείνων κατέσχον, ἐκελεύσθησαν ἀμπέλους φυτεῦσαι, καὶ οἰκίας οἰκοδομῆσαι, καὶ γάμους ἐπιτελέσαι, ταῦτα εἰς ἀπόγνωσιν τοὺς Ἰουδαίους ἐνέβαλε, καὶ λοιπὸν ἐλογίζοντο πρὸς ἑαυτοὺς, ὅτι Εἰ πόλιν ἔχοντες, καὶ ὅπλα, καὶ πύργους, καὶ χρημάτων περιουσίαν τοσαύτην καὶ ναὸν, καὶ βωμὸν, καὶ ἁγιστείαν, καὶ λατρείαν, καὶ τὴν ἄλλην ἅπασαν πολιτείαν, παρεδόθημεν, ἐγενόμεθα αἰχμάλωτοι, εἰς δουλείαν ἀπαγόμεθα· νῦν ἐν ἀλλοτρίᾳ ὄντες καὶ πάντων ἠρημωμένοι, γυμνοί τε καὶ δοῦλοι γενόμενοι, πῶς δυνησόμεθα τὴν οἰκείαν ἀπολαβεῖν; Ἐπεὶ οὖν πολλοὶ τῶν ἀσθενεστέρων ταῦτα ἀναλογιζόμενοι ἐθορυβοῦντο, καὶ ἐταράττοντο, καὶ τοῖς προφήταις οὐ προσεῖχον τὴν ἐπάνοδον λέγουσι· διὰ τοῦτο οὕτως εἶπε, δεικνὺς πᾶσιν ἐντεῦθεν, ὅτι πίστεως χρεία εἰς τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα. ∆ιαλέγονται μὲν οὖν αὐτοῖς καὶ ἑτέρως ἕτεροι, οἷον ὁ Ἡσαΐας οὕτω λέγων· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε. Καὶ πάλιν· Ἐμβλέψατε εἰς Ἀβραὰμ τὸν πατέρα ὑμῶν, καὶ εἰς Σάῤῥαν τὴν ὠδίνουσαν ὑμᾶς, ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν, καὶ ἡγίασα, καὶ ἐπλήθυνα αὐτόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐχὶ βάρβαρος ἦν ὁ Ἀβραάμ; οὐχὶ ἄγονος, καὶ τῇ ἡλικίᾳ προβεβηκώς; οὐχὶ γυναῖκα εἶχε καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν φύσιν πρὸς παιδογονίαν ἄχρηστον; οὐ πανταχόθεν ἀπέγνωστο τὰ κατ' αὐτόν; Τί οὖν; οὐχὶ ἀπ' ἐκείνου τοῦ ἑνὸς, τοῦ ἀγόνου, τοῦ γεγηρακότος τὴν οἰκουμένην ἐπλήρωσα πᾶσαν; Τί τοίνυν θορυβεῖσθε; Εἰ γὰρ ἐκ τοῦ