258
ἑνὸς δυνατὸς ἐγενόμην τὴν οἰκουμένην πληρῶσαι, πολλῷ μᾶλλον ἐξ ὑμῶν τῶν ὀλίγων τὰ Ἱεροσόλυμα πληρώσω. ∆ιὰ τοῦτό φησιν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἐξ ἧς ἐλατομήθητε· τὸν Ἀβραὰμ οὕτω καλῶν· καὶ τὸν βόθυνον τοῦ λάκκου, ἐξ οὗ ὠρύχθητε· τὴν Σάῤῥαν οὕτως ὀνομάζων. Καθάπερ γὰρ ὁ λάκκος οἴκοθεν οὐκ ἔχει βρύον ὕδωρ, ἀλλ' ἐκ τῶν ἄνωθεν ὑετῶν δέχεται· οὕτω καὶ ἐκείνη αὐτὴ ἔρημος οὖσα δυνάμεως γεννητικῆς, ἄνωθεν τὴν ἐπι 55.321 τηδειότητα ταύτην ἔλαβε· καὶ ὥσπερ ἡ πέτρα καρπὸν οὐκ ἤνεγκέ ποτε, οὕτως οὔτε ὁ Ἀβραὰμ οἷός τε ἦν· ἀλλ' ἐγὼ ὑμᾶς ἐκεῖθεν ἐξεκόλαψα, καὶ ἀπὸ τοῦ ἑνὸς τοσαύτας ἐνέπλησα χώρας. ∆ιὰ τοῦτο καὶ τὸν Ἰεζεκιὴλ εἰς τὸ πεδίον ἐξάγει, καὶ δείκνυσιν αὐτῷ σωρὸν ὀστῶν, καὶ προφητεύων ἀνίστησι, τὰ ὀστᾶ δεικνὺς αὐτοῖς, καὶ λέγων, ὅτι Εἰ τοὺς νεκροὺς ἐγεῖραι δύναμαι, πολλῷ μᾶλλον ὑμᾶς τοὺς ζῶντας ἀναγαγεῖν. Ἐκεῖνοι μὲν οὕτως· ὁ δὲ προφήτης οὗτος πῶς; Ἐπίστευσα, διὸ ἐλάλησα. Τουτέστι· Πίστεως χρεία πρὸς τὰ ἐπαγγελλόμενα· καὶ γὰρ ἐγὼ ταῦτα ἐννοῶν, καὶ ἀναλογιζόμενος, καὶ τὴν πίστιν εἰσαγαγὼν, πάντα θόρυβον ἐξήγαγον. Ὁ τοίνυν Παῦλος τοῦτό φησιν, ὅτι καὶ ἐν τοῖς ἡμετέροις τοῖς αἰσθητοῖς καὶ ὁρωμένοις ἀγαθοῖς πίστεως χρεία. Εἰ δὲ ἐν τοῖς αἰσθητοῖς, πολλῷ μᾶλλον ἐν τοῖς νοεροῖς. Εἰ γὰρ ἵνα καταδέξωνται, ὅτι τὴν πόλιν ἀπολήψονται τὴν αὑτῶν, πίστεως αὐτοῖς ἐδέησε· πολλῷ μᾶλλον ἡμῖν τοῖς τὸν οὐρανὸν ἀναμένουσιν. Ὅταν γὰρ μέγα τι ᾖ, καὶ τὴν διάνοιαν ὑπερβαῖνον, καὶ λογισμῶν ἀνώτερον, ταύτην δεῖ παραλαμβάνειν, ἀλλὰ μὴ τῇ ἀνθρωπίνῃ ἀκολουθίᾳ τὰ πράγματα ἐξετάζειν. Ἡ γὰρ τοῦ Θεοῦ θαυματουργία πάντων τούτων ἀνωτέρα. Ὥστε καὶ διὰ τοῦτο ἐπιστομίζοντας τοὺς λογισμοὺς πρὸς τὴν πίστιν ἀνατρέχειν δεῖ, καὶ δοξάζειν τὸν Θεόν. Ὁ γὰρ λογισμοῖς φιλονεικῶν τὰ ἐκείνου εὑρίσκειν, οὐ δοξάζει αὐτὸν, τῇ τῶν οἰκείων λογισμῶν ταπεινότητι τὰς ἀφάτους οἰκονομίας αὐτοῦ ὑποβαλεῖν βουλόμενος. βʹ. ∆ιὸ περὶ τοῦ Ἀβραὰμ διαλεγόμενος ὁ Παῦλος, ἐπειδὴ μὴ τοῦτο ἐποίησεν, ἀλλ' ἐπιτιμήσας τοῖς λογισμοῖς, πρὸς τὴν δύναμιν εἶδε τοῦ ἐπαγγειλαμένου, ὅτι τοῦτο μάλιστα ἐδόξασε τὸν Θεὸν, λέγει· Εἰς γὰρ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπηγγείλατο, δυνατός ἐστι καὶ ποιῆσαι. Τί δέ ἐστιν, Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν; Μέγα τι μυστήριον ἡμῖν ἐνταῦθα ἀποκαλύπτει. Ποῖον δὴ τοῦτο; Ὅτι τοῦ αὐτοῦ Πνεύματος ἡ Καινὴ καὶ ἡ Παλαιὰ, καὶ τὸ αὐτὸ Πνεῦμα, τὸ ἐν ἐκείνῃ φθεγξάμενον, καὶ ἐνταῦθα ἐλάλησε, καὶ ὅτι ἡ πίστις πάντων ἐστὶ διδάσκαλος, καὶ ταύτης ἄνευ οὐδὲ λαλῆσαί τι δυνάμεθα. Καὶ ἡμεῖς γὰρ, φησὶ, πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Ἂν γὰρ ταύτην ἀνέλῃς, οὐδὲ διανοῖξαι τὸ στόμα δυνατόν. Καὶ διὰ τί μὴ εἶπεν, Ἔχοντες δὲ τὴν αὐτὴν πίστιν, ἀλλ', Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως; Ταῦτά τε τὰ εἰρημένα δηλῶν, καὶ δεικνὺς, ὅτι τῆς τοῦ Πνεύματος χρεία χορηγίας εἰς τὸ ἀναβῆναι πρὸς τὸ ὕψος τῆς πίστεως, καὶ τῶν λογισμῶν τὴν ἀσθένειαν ἀτιμάσαι. ∆ιὸ καὶ ἀλλαχοῦ ὁ αὐτός φησιν· Ἑκάστῳ δὲ ἡ φανέρωσις δίδοται τοῦ 55.322 Πνεύματος πρὸς τὸ συμφέρον. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἑτέρῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἄλλῳ χαρίσματα ἰαμάτων. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅπερ οὖν καὶ ἀληθές ἐστιν, ὅτι ἑτέραν πίστιν φησὶ, δι' ἧς θαύματα ἐγίνετο. Οἶδα καὶ ἐγὼ, ὅτι ἑτέρα ἐκείνη, περὶ ἧς καὶ οἱ ἀπόστολοι ἔλεγον· Πρόσθες ἡμῖν πίστιν· ἑτέρα δὲ αὕτης καθ' ἣν πάντες ἐσμὲν πιστοὶ, σημεῖα μὲν οὐ ποιοῦντες, τὴν δὲ γνῶσιν ἔχοντες τῆς εὐσεβείας· ἀλλὰ καὶ ἐνταῦθα τῆς τοῦ Πνεύματος χρεία βοηθείας. Καὶ γὰρ περί τινος ὁ Λουκᾶς γράφει, ὅτι ∆ιήνοιξε τὴν