259
καρδίαν αὑτῆς, τοῦ προσέχειν τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου. Καὶ ὁ Χριστός· Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτόν. Οὐκοῦν εἰ τοῦ Θεοῦ ἐστι τοῦτο, τί ἁμαρτάνουσιν οἱ ἀπιστοῦντες, μήτε τοῦ Πνεύματος βοηθοῦντος, μήτε τοῦ Πατρὸς ἕλκοντος, μήτε τοῦ Υἱοῦ ὁδηγοῦντος; Καὶ γὰρ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦτο δὲ λέγει δεικνὺς, ὅτι αὐτοῦ χρεία εἰς τὸ προσαχθῆναι τῷ Πατρί. Εἰ τοίνυν ὁ Πατὴρ ἕλκει, ὁ Υἱὸς χειραγωγεῖ, τὸ Πνεῦμα φωτίζει, τί ἁμαρτάνουσιν οἱ μήτε ἑλκυσθέντες, μήτε χειραγωγηθέντες, μήτε φωτισθέντες; Ὅτι μὴ παρέχουσιν ἀξίους ἑαυτοὺς τοῦ ταύτην δέξασθαι τὴν ἔλλαμψιν. Ὅρα γοῦν ἐπὶ τοῦ Κορνηλίου τοῦτο συμβάν· οὐ γὰρ οἴκοθεν ἐκεῖνος τοῦτο εὗρεν, ἀλλ' ὁ Θεὸς αὐτὸν ἐκάλεσεν, ἐπειδὴ προλαβὼν, ἑαυτὸν ἄξιον παρεσκεύασε. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος περὶ πίστεως διαλεγόμενος ἔλεγε· Καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον. Οὐ μὲν ἔρημόν σε καταλιμπάνει κατορθωμάτων. Εἰ γὰρ αὐτοῦ ἐστι τὸ ἑλκύσαι καὶ ἐπαγαγέσθαι· ἀλλ' ὅμως καὶ ψυχὴν εὐπειθῆ ἐπιζητεῖ, καὶ τότε τὴν παρ' ἑαυτοῦ συμμαχίαν εἰσάγει. ∆ιὸ καὶ ἀλλαχοῦ φησι Παῦλος· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐ γὰρ δὴ ἠναγκάσθη τὰ τῆς ἀρετῆς καὶ τῆς σωτηρίας ἡμῶν. Ἀλλ' εἰ καὶ τὸ πλέον αὐτοῦ ἐστι, σχεδὸν δὲ καὶ τὸ πᾶν, ὅμως ἀφῆκέ τι καὶ ἡμῖν μικρὸν, ὥστε καὶ εὐπρόσωπον γενέσθαι τῶν στεφάνων τὴν πρόφασιν. ∆ιὰ δὴ τοῦτο Παῦλος εἰπών· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, τουτέστι, τὸ καὶ ἐν τῇ Παλαιᾷ λαλῆσαν, ἐπήγαγε· Καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν. Πολλῷ γὰρ μᾶλλον ἐνταῦθα πίστεως χρεία, ἢ ἐκεῖ, διά τε τὴν φύσιν τῶν ἐπαγγελιῶν ἀόρατόν τε οὖσαν καὶ νοερὰν, διά τε τὴν τάξιν τῶν καιρῶν. Οὐ γὰρ ἐν τῷ παρόντι βίῳ, ἀλλ' ἐν τῷ μέλλοντι ἦν τὰ ἔπαθλα. Μᾶλλον δὲ καὶ ὑπὲρ τῶν παρόντων πίστεως χρεία· καὶ γὰρ αὐτὰ τὰ διδόμενα πίστεως ἐδεῖτο καὶ ἐν τῷ δίδοσθαι, ἥ τε τῶν μυστηρίων κοινωνία, τοῦ τε βαπτίσματος ἡ δωρεά. Οὕτω πάντα λόγον ὑπερέβαινε τῶν ἀγαθῶν ἡ δύναμις. Εἰ τοίνυν ἐν τοῖς παχυτάτοις ἐκείνοις καὶ αἰσθητοῖς πίστεως ἔδει, πολλῷ μᾶλλον ἐνταῦθα. Ἀλλ' ἡ μὲν ἀποστολικὴ λέξις τὴν προσήκουσαν ἑρμηνείαν εἴληφεν· ὥρα λοιπὸν πάλιν καὶ ἐπὶ τὴν προφητικὴν ἐλθεῖν, καὶ εἰπεῖν τί φησιν ὁ μακά 55.323 ριος οὗτος. Τί οὖν φησιν; Ἐπίστευσα, διὸ ἐλάλησα. Καίτοι οὐδὲν ἐλάλησεν οὐδέπω, ἀλλὰ τὸ ἤδη λαληθὲν λέγει κατὰ διάνοιαν αὐτῷ. Τί ἐστι τὸ ἤδη λαληθέν; Ἐννοήσας, φησὶ, τὴν συμφορὰν, καὶ τὴν τραγῳδίαν τὴν Ἰουδαϊκὴν, καὶ τὴν πανωλεθρίαν ἐκείνην, καὶ τὴν εἰς τέλος ἐρήμωσιν, οὐκ ἀπέγνων τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, ἀλλὰ καὶ ἤλπισα ταύτην, καὶ ἀπήγγειλα αὐτὴν, καὶ ἐλάλησα. Καὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ψαλμοῖς πολλὰ περὶ αὐτῆς διελέχθην· ἐλάλησα δὲ καὶ ἀπήγγειλα ἀπὸ τῆς πίστεως παιδευόμενος. γʹ. Ἕτερος γοῦν οὐ σφόδρα ταύτην πεπαιδευμένος ὅρα πῶς χωλεύει καὶ θορυβεῖται. Εἰ γὰρ ∆αυῒδ λέγει τὸν ψαλμὸν ἐκεῖνον, ἀλλ' οὐκ ἐξ οἰκείου προσώπου, ἀλλὰ τῶν χωλευόντων τὰ πάθη διηγούμενος οὕτως ἔλεγεν· Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ! Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· οὐ περὶ ποδῶν λέγων καὶ διαβημάτων, ἀλλὰ περὶ λογισμῶν χωλευόντων. Καὶ τὴν αἰτίαν ἐπάγει, λέγων· Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, τουτέστι, τοὺς βαρβάρους εὐδοκιμοῦντας ὁρῶν, τὰ δὲ Ἰουδαίων τεταπεινωμένα. Καὶ τί τῆς χωλείας λέγει τὸ εἶδος; Καὶ εἶπον· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. Καὶ πόθεν τοιαῦτα προήχθη εἰπεῖν, λέγει· Ὅτι ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Εἶτα ὅρα πῶς ἑαυτὸν ἀνακτᾶται· Εἰ ἔλεγον, διηγήσομαι Οὕτω· Τοῦτο κόπος, φησὶν ἐστὶν ἐνώπιόν μου, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν. Ὃ δὲ λέγει,