260
τοιοῦτόν ἐστιν· Ἐκοπούμην, ἐταλαιπωρούμην ἐν τοῖς λογισμοῖς. Τοιοῦτον γὰρ ὁ λογισμός. Εἶτα ἐλογιζόμην, ὅτι πρᾶγμα ἐπίπονον ποιῶ. Ταῦτα ἀναζητῶν, οὐδὲν δυνήσομαι σαφῶς εἰδέναι, ἕως ἂν ἀπολάβω πατρίδα. Ὁρᾷς ὅσον κακόν ἐστι λογισμοῖς ἐπιτρέπειν τὰ πράγματα τῆς πίστεως, καὶ μὴ τῇ πίστει; Εἰ γὰρ ἐκεῖνος ἦν πεπηγὼς ἐν τῇ πίστει, οὐκ ἂν ταῦτα ἐφθέγξατο, οὐκ ἂν ἐθορυβήθη, οὐκ ἂν ἐταράχθη, οὐκ ἂν ἐσαλεύθησαν οἱ πόδες αὐτοῦ, οὐκ ἂν παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματα αὐτοῦ. Ἀλλ' οὐχ ὁ Προφήτης οὕτως, ἀλλ' ἐπὶ τῆς πέτρας ἑστηκὼς οὐκ ἐθορυβεῖτο, οὐκ ἐταράττετο, ἀλλ' ὁρῶν τὰ μὲν τῶν Ἰουδαίων οὕτω διακείμενα, τὰ δὲ τῶν βαρβάρων ἐναντίως, καὶ περὶ τῆς ἐπανόδου λαμπρᾷ τῇ φωνῇ καὶ πεπληροφορημένῃ διανοίᾳ ἐκήρυττε συνεχῶς καὶ ἐν πολλοῖς τοῖς ψαλμοῖς, καὶ σφόδρα ἐθάῤῥει, οὔτε τῇ δυνάμει τῶν βαρβάρων προσέχων, οὔτε τῇ εὐτελείᾳ τῇ Ἰουδαϊκῇ, ἀλλὰ τῇ δυνάμει τοῦ ταῦτα ἐπαγγειλαμένου Θεοῦ. ∆ιό φησιν· Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. Ἕτερός φησιν, Ἐγὼ μέντοι ἐκακώθην σφόδρα. Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Ἕτερος· Καὶ εἶπον ἀδημονῶν, Πᾶς ἄνθρωπος διαψεύδεται. Ἐντεῦθεν πάλιν τὰ τῆς πίστεως λαμπρὰ δείκνυται, ὅτι οὐδὲ τὸ 55.324 μέγεθος τῆς συμφορᾶς εἰς ἀπόγνωσιν αὐτὸν ἐνέβαλε. Τοιοῦτον γὰρ ἡ πίστις· ἱερά τίς ἐστιν ἄγκυρα, πάντοθεν ἀνέχουσα τὴν ἔχουσαν αὐτὴν διάνοιαν, καὶ τότε μάλιστα διαδείκνυται, ὅταν ἐκ τῶν ἀπόρων ἀναπείθῃ τὸν ἔχοντα αὐτὴν χρηστὰς ἀναμένειν ἐλπίδας, τῶν λογισμῶν ἐκβάλλουσα τὸν θόρυβον. Ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγεν· Ἐγὼ δὲ ἐκακώθην σφόδρα, φησί· τουτέστιν, Ἐκακώθην, ἀλλ' οὐκ ἀπέγνων, οὐδὲ ἀνέπεσον. Εἶτα δεικνὺς, ὅτι οὐχ ἁπλῶς ἐκακώθη, καὶ τὴν ἐπίτασιν προστίθησι λέγων· Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου, Πᾶς ἄνθρωπος ψεύστης. Τί ἐστιν, Ἐν τῇ ἐκστάσει μου; Ἐν τῇ ὑπερβολῇ τῆς συμφορᾶς, φησὶν, ἐν τῷ μεγέθει τῶν κακῶν. Τοσοῦτος γὰρ ἐπῆλθεν ἡμῖν πειρασμὸς, ὡς καὶ ἔκστασιν καὶ κάρον ἐνθεῖναι. Ἔκστασιν γὰρ ἐνταῦθα τὴν ἀναισθησίαν τὴν ἐκ τῶν κακῶν γινομένην λέγει. Ἐπεὶ καὶ ἐπὶ τοῦ Ἀδὰμ, ὅταν λέγῃ, ὅτι ἐπέβαλεν ἐπ' αὐτὸν ἔκστασιν, ἀναισθησίαν τινὰ λέγει. Καὶ γὰρ ἔκστασις λέγεται τὸ ἔξω αὐτοῦ γενέσθαι. Ἐπεβέβλητο δὲ αὐτῷ τότε, ὥστε μὴ αἰσθάνεσθαι τῆς πλευρᾶς ἀφαιρουμένης, μηδὲ ἀλγῆσαι τῷ γενομένῳ. Οὕτω κλέπτων ὁ Θεὸς τῆς ὀδύνης τὴν αἴσθησιν, ἵνα μὴ μισήσῃ τὸ ἐξ αὐτοῦ γινόμενον, ἅτε ἀλγήσας, ἐπέβαλεν ἐπ' αὐτὸν ἔκστασιν. Καὶ ἀλλαχοῦ πάλιν, Ἔπεσεν ἐπ' αὐτοὺς ἔκστασις, φησί. Κάρον τινὰ καὶ ἐκεῖ δηλοῖ, καὶ τὸ ἔξω αἰσθήσεως γενέσθαι. Καὶ πανταχοῦ ἡ ἔκστασις τοῦτο ἐμφαίνει. Γίνεται δὲ ἢ τοῦ Θεοῦ ἐργαζομένου, ἢ τῆς ὑπερβολῆς τῶν κακῶν κάρον ἐμποιούσης. Οἶδε γὰρ καὶ συμφορὰ ποιεῖν ἔκστασιν καὶ κάρον. Ἐνταῦθα οὖν ἔκστασιν λέγει, τὸ μέγεθος τῶν κακῶν τῶν κατειληφότων. Τί δέ ἐστιν ὅ φησι, Πᾶς ἄνθρωπος ψεύστης; Οὐδεὶς οὖν ἀληθής; Πῶς οὖν ὁ Ἰὼβ ἀναγέγραπται Ἄνθρωπος ἀληθινὸς, δίκαιος, θεοσεβής; Τί δὲ καὶ περὶ τῶν προφητῶν ἐροῦμεν; Εἰ γὰρ καὶ ἐκεῖνοι ψεῦσται, καὶ ἐψεύσαντο ἃ εἰρήκασι, πάντα οἴχεται. Τί δὲ ὁ Ἀβραάμ; τί δὲ οἱ δίκαιοι πάντες, Ὁρᾷς ὅσον ἐστὶ κακὸν τὴν λέξιν ἁπλῶς ἐκδέχεσθαι, καὶ μὴ τὰ νοήματα περισκοπεῖν; Τί οὖν ἐστιν ὅ φησι, Πᾶς ἄνθρωπος ψεύστης; Ὃ ἀλλαχοῦ φησιν, Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ὃ καὶ ἕτερος προφήτης εἶπε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· τουτέστιν, εὐτελέστατον πρᾶγμα, παραῤῥέον, σκιᾷ ἐοικὸς, ὀνείρατι, εἰκόνι τινί. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς εἰκάζων ταῦτα λέγω, ἕτερος ἑρμηνευτὴς εἶπε, ∆ιάψευσμα, καὶ ἄλλος, ∆ιαψεύδεται, καὶ ἕτερος, Ἐκλείπει. Πολὺ δὲ τοῦτο ἐκείνου διέστηκε. Τὸ μὲν γὰρ ψεύδεσθαι κακίας ἐστὶ τῆς κατὰ ψυχήν· τὸ δὲ ἐκλείπειν καὶ διαῤῥεῖν, καὶ παραῤῥεῖν, καὶ ὄναρ εἶναι καὶ ἄνθος καὶ σκιὰν, τῆς κατὰ φύσιν εὐτελείας. Ταὐτὸν γὰρ λέγει, ὡς ὅταν εἴπῃ· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ πάλιν, Τί