261
ὑπερηφανεύεται γῆ καὶ σποδός; καὶ πάλιν, ὡς ὅταν λέγῃ οὗτος ὁ προφήτης, Τί ἐστιν ἄνθρωπος, ὅτι ἐμνήσθης αὐτοῦ; πανταχοῦ τῆς φύσεως τὸ εὐτελὲς δηλῶν, τὸ οὐδαμινόν. Καὶ γὰρ ἐπὶ ληΐων λέγομεν· Τὰ λήϊα διεψεύσατο, τουτέστιν, 55.325 οὐδὲν ἐκόμισεν ἄξιον τῆς ἐλπίδος· καὶ, Ὁ ἐνιαυτὸς διεψεύσατο, ταὐτὸ δὴ πάλιν δηλοῦντες. Ἐπεὶ οὖν καὶ ὁ ἄνθρωπος πρᾶγμα οὐδαμινὸν καὶ εὐτελὲς, μάλιστα δὲ καὶ ἐπὶ τῆς συμφορᾶς τὰ τοιαῦτα φιλοσοφεῖν εἰώθαμεν, καὶ τῆς φύσεως τὴν ἀσθένειαν ἐπισκέπτεσθαι· διὰ δὴ τοῦτο καὶ οὗτος ἐν ἀθυμίᾳ γενόμενος, καὶ τὴν φύσιν ὁρῶν ἐλεγχομένην, καὶ τὴν εὐτέλειαν καὶ οὐδένειαν αὐτῆς πανταχόθεν διαδεικνυμένην, Πᾶς ἄνθρωπος ψεύστης, φησί· τουτέστιν, οὐδὲν ἄνθρωπος. ∆ιὸ καὶ ἀλλαχοῦ ἔλεγε· Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ὅρα πῶς δείκνυσι τὴν εὐεργεσίαν μεγάλην οὐκ ἀπὸ τῶν γεγενημένων, ἀλλὰ καὶ ἀπὸ τοῦ εἰς τοιοῦτον γεγενῆσθαι, ἑτέροις μὲν ῥήμασι, τοῖς δὲ αὐτοῖς νοήμασι τὰ ἐν τῷ ψαλμῷ διηγούμενος. Καθάπερ γὰρ καὶ ἐκεῖ ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; οὕτω καὶ ἐνταῦθα. Τότε διπλᾶ τὰ τῆς εὐεργεσίας δείκνυται, ὅταν καὶ φύσει μεγάλα ᾖ, καὶ εἰς οὐδαμινόν τινα γίνηται· ὅπερ εὐεργεσίας καὶ χάριτος ἐπίτασις. Τοῦτο οὖν αὐτὸ βουλόμενος παραστῆσαι, φησί· Τί ἀνταποδώσω τῷ Κυρίῳ· δηλῶν ὅτι τὸν ἄνθρωπον, τὸν ὄντα διάψευσμα, τὸν οὐδαμινὸν, τὸν εὐτελῆ τοσαύτης ἠξίωσε δωρεᾶς. Περὶ πάντων ὧν ἀνταπέδωκέ μοι. Τοῦτο εὐχαρίστου γνώμης, τὸ περιέρχεσθαι καὶ ζητεῖν, ἀνθ' ὧν εὖ ἔπαθεν ἀποδοῦναί τι τῷ εὐεργέτῃ, καὶ τὸ πάντα καταβαλόντα μηδὲν ἄξιον νομίζειν διδόναι. Ὅπερ ἐκ προοιμίων τῆς ἀντιδόσεως αἰνιξάμενος, καταθήσειν προϊὼν ἐπαγγέλλεται. ∆ιπλῆν γὰρ τὴν εὐχαριστίαν ἐνδείκνυται, τῷ τε δοῦναι ἅπερ οἷός τε ἦν, καὶ τῷ ταῦτα διδοὺς μηδὲν ἄξιον νομίζειν διδόναι. Τί οὖν ἐστιν, ὅπερ μέλλει διδόναι; Ἄκουε αὐτοῦ λέγοντος· ἐπάγει γάρ· Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Οἱ μὲν οὖν κατὰ ἀναγωγὴν τὸ εἰρημένον ἐκλαμβάνοντες, τῶν μυστηρίων τὴν κοινωνίαν φασίν. Ἡμεῖς δὲ τῆς ἱστορίας τέως ἐχόμενοι, σπονδὰς αὐτὸν λέγειν ἐνταῦθα, καὶ θυσίας, καὶ εὐχαριστηρίους ὕμνους λέγομεν. Καὶ γὰρ διάφοροι τὸ παλαιὸν ἦσαν θυσίαι· θυσία γὰρ αἰνέσεως ἦν, ὑπὲρ ἁμαρτημάτων, καὶ ὁλοκαυτώματα, ὑπὲρ σωτηρίας, καὶ εἰρηνικαὶ, καὶ ἕτεραι πλείους. Ὃ οὖν λέγει τοῦτό ἐστιν· Οὐκ ἔχω μὲν ἄξιόν τι καταθεῖναι, ὃ δὲ ἔχω τίθημι. Θυσίαν γὰρ εὐχαριστήριον τῷ Θεῷ προσοίσω, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτὸν ἀναμνήσω. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Ἐνταῦθα τὰς ἐπαγγελίας, εὐχὰς λέγει, τὰς ὑποσχέσεις. Καὶ γὰρ ἐν τοῖς δεινοῖς τούτοις ἐπὶ τὸν Θεὸν κατέφευγε, καὶ ὀφειλέτην ἑαυτὸν καθίστη ἐπαγγελλόμενος, εἰ διαφύγοι τὰ δεινὰ, ταύτας καταβαλεῖν τὰς θυσίας. Ἐπεὶ οὖν λέλυται, φησὶν, ἡ συμφορὰ, Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἕτερος, Ἔντιμος. Καὶ ποία αὕτη ἀκολουθία; τί δὲ τοῖς ἔμπροσθεν ἔχει συνῳδόν; Εἴ τις μετὰ ἀκριβείας ἐξετάσειε, πολὺ τοῦτο εὑρήσει. Ἐπειδὴ γὰρ εἶπε· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; δεικνὺς αὐτοῦ τὰς εὐεργεσίας, φησὶν, ὅτι οὐχ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος τῶν ὁσίων τῷ Θεῷ περι 55.326 σπούδαστος, οὐχ ἁπλῶς νόμῳ φύσεως παραγινόμενος, ἀλλὰ καὶ κατὰ γνώμην αὐτοῦ πολλαχοῦ γινόμενος. Ἢ οὐκ ἀκούεις Παύλου λέγοντος· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς, καὶ τούτῳ πεποιθὼς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν; Καὶ τί θαυμάζεις, εἰ καὶ ὁ θάνατος, ὅπου οὔτε ἡ γέννησις ἐνίων νόμῳ φύσεως γίνεται, ὡς ἡ τοῦ Ἰσαὰκ, ὡς ἡ τοῦ Σαμουήλ; ∆ιόπερ οὐδὲ τέκνα σαρκὸς αὐτοὺς καλεῖ, ἀλλὰ τέκνα ἐπαγγελίας. Οὕτω καὶ Μωϋσῆς οὐχ ἁπλῶς ἀπέθνησκεν, ἀλλὰ τοῦ Θεοῦ