262
προστάξαντος· οὐδὲ Ἰωάννης, ἀλλ' αὐτοῦ συγχωρήσαντος. Καίτοι γε μισθὸς ἐγένετο πόρνης· ἀλλὰ καὶ οὕτω τίμιος γέγονε. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι καὶ οὕτω τελευτήσας ἔντιμος ἦν· ὑπὲρ γὰρ ἀληθείας κατέλυσε τὸν βίον, καὶ οὕτως ἦν ἔντιμος, ὅτι καὶ αὐτὸς ὁ φονεύσας ἐδεδοίκει αὐτόν. Ὅτι δὲ ἐδεδοίκει αὐτὸν, ἄκουε τοῦ εὐαγγελιστοῦ τί φησι περὶ τοῦ Ἡρώδου· Ἔλεγε γὰρ, ὅτι αὐτὸς ἀνέστη ἐκ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὅρα πῶς καὶ ἐπὶ τοῦ Ἄβελ τίμιος ἦν ὁ θάνατος. Ποῦ Ἄβελ ὁ ἀδελφός σου; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. εʹ. Σκόπει καὶ ἐπὶ τοῦ Λαζάρου, πῶς μετὰ τελευτὴν ἄγγελοι αὐτοῦ προηγοῦντο. Σκόπει καὶ πρὸς τῶν μαρτύρων τοὺς τάφους τὰς πόλεις συντρεχούσας, τοὺς δήμους ἀναπτομένους τῷ πόθῳ. Τοῦτο οὖν ἐστιν, ὅ φησιν, ὅτι πολὺς λόγος, καὶ πολλὴ σπουδὴ τῷ Θεῷ καὶ ἐπὶ τῇ τελευτῇ τῶν ὁσίων. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε τελευτῶσιν, ἀλλ' ὅταν αὐτὸς συγχωρήσῃ οἰκονομικῶς. ∆ιὰ τοῦτο ἔλεγεν, Ἐναντίον Κυρίου, τοῦτο ἐμφῆναι βουλόμενος· Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου. Οὐ τὴν κοινὴν λέγει δουλείαν, ἀλλὰ τὴν κατὰ πολλὴν διάθεσιν καὶ στοργὴν, διαθερμαινόμενος τῷ πόθῳ, ὅπερ ἐστὶ μέγιστος στέφανος, καὶ διαδήματος παντὸς λαμπρότερον. ∆ιὸ καὶ ὁ Θεὸς ἀντὶ μεγίστης εὐφημίας τίθησι, λέγων· Μωϋσῆς ὁ θεράπων μου τετελεύτηκε. Καὶ υἱὸς τῆς παιδίσκης σου. Τουτέστιν, ἄνωθεν καὶ ἐκ προγόνων ἀνακείμεθά σου τῇ δουλείᾳ. Ὅπερ αὐτὸ ἀντὶ μεγίστου τέθεικε κόσμου καὶ ὁ Παῦλος ἐπὶ τοῦ Τιμοθέου λέγων· Ὑπόμνησιν ἔχων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητέρι σου Εὐνείκῃ. Πέπεισμαι δὲ ὅτι καὶ ἐν σοὶ, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας. Καὶ πάλιν περὶ ἑαυτοῦ· Ἑβραῖος ἐξ Ἑβραίων. Καὶ πάλιν· Ἑβραῖοίεἰσι, κἀγώ. Ἰσραηλῖταί εἰσι, κἀγώ. Εἶχον γάρ τι πλέον τῶν προσηλύτων οἱ ἐκ προγόνων καὶ ἄνωθεν τοῦτο ὄντες. ∆ιὰ τοῦτο καὶ οὗτός φησι· Καὶ υἱὸς τῆς παιδίσκης σου. ∆ιέῤῥηξας τοὺς δεσμούς μου. Οὐκ εἶπεν, Ἐσάλευσας, ἀλλ', ἔῤῥηξας, δηλῶν ὅτι οὕτως, ὡς καὶ ἀχρήστους γενέσθαι. Ἐνταῦθα δεσμοὺς τὰς θλίψεις φησὶ, τοὺς πειρασμοὺς, τοὺς κινδύνους. Ἔστι γὰρ καὶ δεσμὸς καλὸς, ὃν ἐπισφίγγεσθαι βέλτιον, ὡς ὅταν 55.327 λέγῃ· Ἐν τῷ συνδέσμῳ τῆς ἀγάπης· καὶ, Ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος. Ἔστι καὶ ἀπεναντίας τούτου σύνδεσμος, ὡς ὅταν λέγῃ· Σειραῖς τῶν ἁμαρτιῶν αὐτοῦ ἕκαστος σφίγγεται. Τοῦτο καὶ ὁ Χριστὸς αἰνιττόμενος, Ἀβραὰμ θυγατέρα οὖσαν, ἔλεγε, ταύτην οὕτως ὑπὸ τοῦ Σατανᾶ δεδεμένην οὐκ ἔδει λυθῆναι; Καὶ ὁ Ἡσαΐας περὶ τοῦ Χριστοῦ, ∆έδωκά σε εἰς διαθήκην ἐθνῶν, λέγοντα τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε. Τούτους τοίνυν διέῤῥηξε τοὺς δεσμοὺς, οὐκ ἔλυσε· πλέον γὰρ τούτου ἐκεῖνο. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν βούλοιτο ἐκλαβεῖν, τοὺς τῶν ἁμαρτιῶν δεσμοὺς τούτους λέγων, οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος, καὶ πάντα τὸν παλαιὸν ἄνθρωπον. Ἔστι καὶ ἕτερος δεσμὸς κάλλιστος, ὃν ἀεὶ ὁ Παῦλος περιφέρων ἔλεγε· Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν, Ὑπὲρ οὗ καὶ δέδεμαι ἐν ἁλύσει. Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὅρα πῶς ἄνω, καὶ κάτω, καὶ πανταχοῦ ταύτην τίθησι τὴν ἀντίδοσιν τῷ Θεῷ· ἄνω λέγων, Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· ἐνταῦθα, Σοὶ θύσω θυσίαν αἰνέσεως, τουτέστιν, Εὐχαριστήσω, ὑμνήσω. Καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι. Εἶδες πῶς ἐστι θυσία αἰνέσεως; Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου Κυρίου; ἐν μέσῳ σου Ἱερουσαλήμ. Τοῦτο δὲ ἐποίει, οὐκ ἐπίδειξιν ποιούμενος, οὐδὲ πρὸς φιλοτιμίαν βλέπων, ἀλλὰ πάντας εἰς τὸν οἰκεῖον ἄγων ζῆλον, καὶ κοινωνοὺς λαβεῖν τῆς εὐχαριστίας βουλόμενος. Ὃ δὴ πάντες οἱ ἅγιοι ποιοῦσιν, οὐ τοὺς ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὴν κτίσιν αὐτὴν ἅπασαν, ἡνίκα ἄν τι πάθωσι χρηστὸν, πρὸς τὴν κοινωνίαν τῆς εὐφημίας καλοῦντες. Οὐδὲν γὰρ