263
οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς τὸ εὐχαρίστους εἶναι, καὶ μὴ μόνον ἐν ταῖς εὐημερίαις, ἀλλὰ καὶ τῶν πραγμάτων ἐναντίως διακειμένων. Τοῦτο μάλιστα θυσία· τοῦτο μεγίστη προσφορά. Οὕτως ὁ Ἰὼβ ἀνεκηρύττετο, οὕτως ὁ Παῦλος, οὕτως ὁ Ἰακώβ· οὕτως ἕκαστος τῶν δικαίων τὴν εὐγνωμοσύνην αὐτοῦ, καὶ τὴν εἰς Θεὸν εὐχαριστίαν ἐν τῇ δυσκολίᾳ τῶν καιρῶν μάλιστα ἐπιδεικνύμενος. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, καὶ διαπαντὸς μένωμεν εὐχαριστοῦντες, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΙςʹ ΨΑΛΜΟΝ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μέ νει εἰς τὸν αἰῶνα. αʹ. Παντί που δῆλον, ὅτι προφητεία ἐστὶ τῆς Ἐκκλησίας τῶν πιστευόντων τὰ εἰρημένα, καὶ τοῦ κηρύγματος προαναφώνησις τοῦ τὴν οἰκουμένην κατειληφότος ἅπασαν. Οὐ γὰρ ἓν καὶ δύο καὶ τρία μόνον ἔθνη, ἀλλὰ γῆν καὶ θάλασσαν ἅπασαν ὁ ψαλμὸς καλεῖ. ὅπερ δὴ γέγονεν, ὅτε ἡ τοῦ Χριστοῦ παρουσία ἐπέλαμψεν. Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς σωτηρίας, ὅτι οὐκ ἐξ οἰκείων κατορθωμάτων, οὔτε ἀπὸ βίου καὶ παῤῥησίας, ἀλλ' ἀπὸ φιλανθρωπίας μόνης ἐσώθησαν. Ἐκραταιώθη γὰρ, φησὶ, τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς· 55.328 τουτέστιν, ἐπάγη, ἰσχυρὸν γέγονε, πέτρας στεῤῥότερον. Καὶ γὰρ καθ' ἑκάστην ἐπιδίδωσι τὴν ἡμέραν. Καὶ ἡ ἀλήθεια αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τότε γὰρ μάλιστα τὰ τῆς ἀληθείας ἔλαμψε. ∆ιὸ καὶ οὕτως εἶπεν, ἐπειδὴ τὰ τῆς Παλαιᾶς τύπος ἦν καὶ σκιά. Τοῦτο καὶ ὁ εὐαγγελιστὴς δηλῶν ἔλεγεν· Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. ΕΙΣ ΤΟΝ ΡΙΖʹ ΨΑΛΜΟΝ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. αʹ. Ἡ μὲν ῥῆσις τοῦ ψαλμοῦ, ἣν ὑποψάλλειν ὁ λαὸς εἴωθε, τοιαύτη τίς ἐστιν· Αὕτη ἐστὶν ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· καὶ πολλοὺς διανίστησι, καὶ κατὰ τὴν πανήγυριν ἐκείνην τὴν πνευματικὴν καὶ κατὰ τὴν οὐράνιον ἑορτὴν μάλιστα τοῦτο ὑπηχεῖν ὁ λαὸς εἴωθεν. Ἡμεῖς δὲ, εἰ βούλεσθε, ἄνωθεν καὶ ἐξ ἀρχῆς ἅπαντα ἐπέλθωμεν τὸν ψαλμὸν, οὐκ ἀπὸ τοῦ στίχου τῆς ὑπηχήσεως, ἀλλ' ἀπ' αὐτοῦ τοῦ προοιμίου τὴν ἐξήγησιν ποιούμενοι. Τὸν μὲν γὰρ στίχον οἱ Πατέρες, ἅτε ἦχον ὄντα καί τι ὑψηλὸν ἔχοντα δόγμα, τὸ πλῆθος ὑπηχεῖν ἐνομοθέτησαν, ἐπειδὴ τὸν ἅπαντα ἠγνόουν ψαλμὸν, ἵνα κἂν ἐντεῦθεν ἀπηρτισμένην λάβωσι διδασκαλίαν. Ἡμᾶς δὲ ἅπαντα αὐτὸν ἐπελθεῖν ἀνάγκη, εἰ καὶ τὰ μέσα αὐτοῦ πολλὴν ἔχει τὴν προφητείαν. Ἐνταῦθα γὰρ εἴρηται· Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Ὅπερ καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, αἰνιγματωδέστερον μὲν ἔτι γὰρ ἔζεον τῷ θυμῷ, καὶ οὐκ ἐβούλετο αὐτὸν ἀνάψαι· Κάλαμον γὰρ συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, εἶπε δ' οὖν ὅμως. Ἀλλ' ἀπὸ τῶν προοιμίων ἡμεῖς ἁψώμεθα τοῦ ψαλμοῦ, καθάπερ ἔφθημεν