265
καὶ ἀνθρώπων. Ἕκτον, τὸ μὴ βούλεσθαι τὸν Θεὸν ἅπαντα ἁπανταχοῦ ἐπιδείκνυσθαι, ὡς ἀρκούντων καὶ τῶν ἐκ μέρους γινομένων. βʹ. ∆εῖ τοίνυν ἐν ἅπασι μὲν μὴ φιλονεικεῖν μανθάνειν 55.330 τοῦ Θεοῦ τὴν διοίκησιν ἀμηχάνοις γὰρ φιλονεικοῦμεν πράγμασι, καὶ σφόδρα ὑπερβαίνουσι πᾶσαν φύσιν κτιστήν· τοὺς δὲ μέλλοντας ἐκ μέρους αὐτὴν εἰδέναι, τῶν παθῶν ἀπηλλάχθαι χρὴ τῶν προειρημένων, καὶ ἡλίου φανοτέραν αὐτὴν ὄψονται, εἰ καὶ μὴ πᾶσαν, καὶ μαθόντες ἀπὸ τοῦ μέρους, καὶ ὑπὲρ ἁπάσης εὐχαριστήσουσιν. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Εἶδες ἀγαθότητα καὶ φιλανθρωπίαν; Οὐκ εἶπεν, ὅτι Ἄξιος ἤμην· οὐκ εἶπεν, ὅτι Κατορθώματα ἐπεδειξάμην, ἀλλ', ὅτι Ἐπεκαλεσάμην, μόνον, καὶ ἤρκεσεν ἡ εὐχὴ λῦσαι τὴν συμφορὰν, ὅπερ καὶ ἐπ' Αἰγυπτίων φησίν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Οὐκ εἶπεν, ὅτι Εἶδον τὴν ἀρετὴν τοῦ λαοῦ μου, οὔτε τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν· ἀλλὰ, Τὴν θλίψιν, καὶ τῆς κραυγῆς αὐτῶν ἤκουσα. Ὁρᾷς πατέρα εὔσπλαγχνον ἀπὸ τῶν συμφορῶν βοηθοῦντα μόνον; Καὶ μὴν οὐχ ἅπας ὁ ἐν θλίψει καὶ σώζεσθαι ἄξιος, οὐδὲ παρὰ ἀνθρώποις. Πολλοὺς γοῦν τῶν οἰκετῶν μαστιζομένους ὁρῶντες καὶ ὀδυνωμένους, οὐκ ἀνίεμεν, τὸ τῶν ἁμαρτημάτων μέγεθος ἐννοοῦντες· ὁ δὲ Θεὸς ἀπὸ τῆς θλίψεως μόνης ἀνῆκεν· οὐ τῆς θλίψεως δὲ μόνον ἀνῆκεν, ἀλλὰ καὶ ἀδείας πολλῆς μετέδωκεν. Ἐπήκουσε γάρ μου, φησὶν, εἰς πλατυσμόν. Καὶ ἡ θλίψις δὲ διὰ τοῦτο συνεχωρήθη, ὥστε ἀκριβεστέρους ποιῆσαι τοὺς θλιβομένους καὶ φιλοσοφωτέρους. Ὁ Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Εἶδες ὕψωμα διανοίας; εἶδες φρόνημα οὕτως ὑπὲρ τὴν ἀνθρωπίνην ἀναβαῖνον ἀσθένειαν, ὡς ἁπάσης ὑπεριδεῖν τῆς φύσεως; Ταῦτα μὴ μόνον ὑποψάλλωμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδειξώμεθα. Οὐκ εἶπεν, Οὐδὲν πείσομαι, ἀλλ', Οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Τουτέστι, Κἂν πάθω, οὐ δέδοικα· ὅπερ καὶ ὁ Παῦλός φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Καὶ μὴν μυρίοι ἦσαν οἱ κατ' αὐτῶν· ἀλλ' οὐδὲν αὐτοὺς ἠδίκει. Πῶς γὰρ οὐκ ἐσχάτης ἂν ᾖ μικροψυχίας, τὸν ∆εσπότην ἔχοντας εὐμενῆ δεδοικέναι τοὺς συνδούλους; Ἀλλ' οὐχ οὗτος τοιοῦτος, ἀλλ' ἀνώτερος καὶ ὑψηλότερος πάντη τῶν τοιούτων φόβων. Τοῦτο δὴ καὶ ἡμεῖς ποιῶμεν, μηδὲ ἀποστερῶμεν τῆς τοῦ ∆εσπότου συμμαχίας ἑαυτοὺς τῷ δεδοικέναι τὰ ἀνθρώπινα. Τοῦτο γὰρ ὑβριζόντων ἐστὶν εἰς τὴν τοῦ Θεοῦ βοήθειαν. ∆ιὸ λέγεται καὶ ὁ Ἐζεκίας παθεῖν ἅπερ ἔπαθεν, ἐπειδὴ τοῦ ἡλίου ἀναποδίσαντος, καὶ πάλιν ἀναβάντος οὓς κατέβη ἀναβαθμοὺς, καὶ σημείου γενομένου ἱκανοῦ πάντας ἐκπλῆξαι ἐλθόντας τοὺς ταῦτα μαθεῖν βουλομένους, οὐκ ἀπὸ 55.331 τῶν παρὰ τοῦ Θεοῦ συμβάντων, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων καταπλῆξαι ἐβούλετο, δεδοικὼς αὐτῶν τὴν ἔφοδον· διὸ καὶ τοὺς θησαυροὺς αὐτοῖς ἐδείκνυεν, ἐν τοῖς θησαυροῖς τὰς ἐλπίδας ἔχων. ∆ιὸ δὴ καὶ ὁ Θεὸς παροξυνθείς φησι, Λήψονται ταῦτα πάντα· τουτέστι, Παρ' οἷς ἤλπισας, οἷς θαῤῥεῖς. Τοῦτο καὶ ὁ Ἰσραὴλ ἐγκαλεῖται, ὅτι δὴ χρήμασι ἐθάῤῥουν καὶ ἵπποις. ∆ιὸ καὶ παρῄνει αὐτοῖς ὁ προφήτης, τοῖς ἐναντίοις ἐξιλεοῦσθαι τὸν Θεὸν, καὶ λέγειν· Ἐφ' ἵπποις οὐκ ἀναβησόμεθα. Ὁ Θεός σε τιμᾷ, καὶ σὺ σαυτὸν ἀτιμάζεις; ὁ Θεός σε τιμᾷ, τὴν παρ' αὑτοῦ συμμαχίαν ὑπισχνούμενος, καὶ σὺ πρὸς ἀνθρωπίνας καταφεύγεις ἐλπίδας, καὶ ἀψύχῳ ὕλῃ τοῖς χρήμασι τὴν ἐλπίδα σου τῆς σωτηρίας πιστεύεις; Οὐ γὰρ δὴ σῶσαι ζητεῖ μόνον, ἀλλὰ καὶ ἐντίμως τοῦτο ποιῆσαι. Σφόδρα σε φιλεῖ, καὶ διὰ τοῦτό σε πάντων ἀπάγων, ἑαυτῷ προσηλοῖ, καὶ πάντα περικόπτων, πρὸς ἑαυτὸν ἄγει, μονονουχὶ τοῦτο λέγων δι' ὧν ποιεῖ· Ἐν ἐμοὶ τὰς ἐλπίδας ἔχε, καὶ ἐμοὶ πρόσεχε διηνεκῶς. Κύριος ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ὁρᾷς οὐκ αὐτὸν ἀμυνόμενον, οὐδὲ