266
ἐπεξελθόντα, ἀλλὰ τῷ Θεῷ ἀμύνασθαι παραχωροῦντα τοὺς ἐχθρούς; Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄρχουσιν. Οὐ κατὰ σύγκρισιν ταῦτα προάγει, ἀλλ' ἔθος τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ καὶ ἐπὶ τῶν ἀσυγκρίτων διὰ τὴν ἀσθένειαν τῶν τότε ἀκουόντων. Οὐκ ἄρα συγκρίνων τοῦτό φησιν, ἀλλὰ συγκαταβαίνων ἐκείνοις. ∆ιὰ δὴ τοῦτο καὶ ἕτερος προφήτης ἔλεγεν· Ἐπικατάρατος πᾶς ὁ ἐλπίζων ἐπ' ἄνθρωπον· οὐδὲν γὰρ ταύτης εὐτελέστερον τῆς ἐλπίδος· καὶ γὰρ καὶ αὐτῆς τῆς ἀράχνης εὐτελεστέρα ἐστί· μᾶλλον δὲ οὐκ ἀσθενὴς μόνον, ἀλλὰ καὶ ἐπισφαλής. Καὶ ἴσασιν ὅσοι πολλάκις ἐπ' ἀνθρώποις θαῤῥήσαντες, αὐτοῖς ἐκείνοις συγκατηνέχθησαν. Ἡ δὲ εἰς τὸν Θεὸν ἐλπὶς οὐκ ἰσχυρὰ μόνον ἐστὶ, ἀλλὰ καὶ ἀσφαλὴς, οὐκ ἔχουσά τινα μεταβολήν. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ἕτερος δέ τις σοφὸς, Ἐμβλέψατε, φησὶν, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη. Ἀλλ' ἐγὼ, φησὶν, ἤλπισα, καὶ κατησχύνθην. Εὐφήμει, ἄνθρωπε, μὴ ἀντιφθέγγου τῇ θείᾳ Γραφῇ· εἰ καὶ κατῃσχύνθης, ἐκ τοῦ μὴ ὡς ἐχρῆν ἐλπίσαι, ἐκ τοῦ ἐνδοῦναι, ἐκ τοῦ μὴ ἀναμεῖναι τὸ τέλος, ἐκ τοῦ μικροψυχῆσαι. Ἀλλὰ μὴ τοῦτο ποίει· ἀλλ' ὅταν ἴδῃς τὰ δεινὰ ἐπικείμενα, μὴ καταπέσῃς. Τοῦτο γὰρ μάλιστά ἐστιν ἐλπίσαι, τὸ ἐν μέσῳ ἐμβεβηκότα τοῖς χαλεποῖς ὀρθοῦσθαι. γʹ. Τί τῶν βαρβάρων ἐκείνων, τῶν Νινευϊτῶν λέγω, ἀθλιώτερον ἦν; ἀλλ' ὅμως ἐν αὐτῇ ἑστῶτες τῇ παγίδι, καὶ προσδοκῶντες, ὅτι πεσεῖται ἡ πόλις, οὐδὲ οὕτως ἀπέγνωσαν, ἀλλὰ μετάνοιαν ἐπεδείξαντο τὴν ἀκριβῆ· διὸ καὶ τοῦ Θεοῦ τὴν ἀπόφασιν εἰς τὸ πά 55.332 λιν ὑποστρέψαι παρεσκεύασαν. Εἶδες πόση τῆς ἐλπίδος ἡ ἰσχύς; Τί δὲ αὐτὸς ὁ προφήτης; οὐκ ἐν τῇ κοιλίᾳ τοῦ κήτους ὢν, τοῦ ναοῦ καὶ τῆς εἰς τὰ Ἱεροσόλυμα ἐπανόδου ἐμέμνητο; Καὶ σὺ τοίνυν, κἂν εἰς αὐτὸν ἐμβῇς τὸν θάνατον, καὶ τοσούτων ἐπικρεμασθῇ κινδύνων μέγεθος, μὴ ἀπογνῷς. ∆υνατὸν γὰρ τῷ Θεῷ καὶ ἐξ ἀπόρων πόρον εὑρεῖν. ∆ιὸ καί τις σοφὸς ἔλεγεν· Ἀπὸ πρωῒ ἕως ὀψὲ μεταβολαὶ πολλαὶ, καὶ πάντα ταχινὰ ἐνώπιον αὐτοῦ. Οὐκ εἶδες τὸν περιστάτην ἐν ἀφθονίᾳ λιμώττοντα; οὐκ εἶδες τὴν χήραν λιμῷ εὐθηνουμένην; Ὅταν εἰς ἀπορίαν τὰ πράγματα ἐμπέσῃ, τότε μάλιστα ἔλπιζε. Τότε γὰρ μάλιστα ὁ Θεὸς ἐπιδείκνυται τὴν ἑαυτοῦ δύναμιν, οὐκ ἐκ προοιμίων, ἀλλ' ὅταν τὰ παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ. Οὗτος γὰρ τῆς τοῦ Θεοῦ βοηθείας ὁ καιρός. ∆ιὰ δὴ τοῦτο οὔτε τοὺς παῖδας ἐκ προοιμίων ἥρπασεν, ἀλλὰ μετὰ τὴν κάμινον· οὔτε τὸν ∆ανιὴλ πρὶν ἢ ἐμπεσεῖν, ἀλλὰ μετὰ τὰς ἑπτὰ ἡμέρας. Μὴ δὴ πρόσεχε τῇ φύσει τῶν πραγμάτων εἰς ἀπόγνωσιν ἐμβαλλόντων, ἀλλὰ τῇ δυνάμει τοῦ Θεοῦ τῇ τὰ ἀπεγνωσμένα εἰς ἐλπίδας ἀγούσῃ χρηστάς. Τοῦτο δὴ καὶ ὁ Ψαλμῳδὸς δεικνὺς, καὶ τὸ εὔπορον τῆς τοῦ Θεοῦ δυνάμεως παραστῆσαι θέλων, ὅτι καὶ εἰς αὐτὰ τὰ δεινὰ ἐμπεσόντας, καὶ καταποθέντας ἀνιμήσασθαι δύναται, οὐκ ἐκ προοιμίων μόνον, ἄκουσον τί ἐπήγαγε· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με. Εἶδες ἄφευκτον κίνδυνον; Οὐ γὰρ ἐκ παρατάξεως ἦν ἡ μάχη, οὐδὲ ἐξ εὐθείας ἑστώτων, ἀλλ' ἔνδον ἀπείληπτο, καὶ ὡς σαγήνῃ τινὶ περιεβέβλητο, καὶ ὥσπερ ὑπὸ δικτύων συνείχετο, οὐχ ὑφ' ἑνὸς, καὶ δύο, καὶ τριῶν, ἀλλ' ὑπὸ τῶν ἐθνῶν ἁπάντων· ἀλλ' ὅμως πάντα διεῤῥήγνυτο τὰ δεσμὰ ταῦτα τῇ εἰς Θεὸν ἐλπίδι. Καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εἶδες πῶς διαγράφει τῶν δεινῶν τὸ μέγεθος; Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἐκύκλωσαν, ἀλλ', Ὡσεὶ μέλισσαι, καὶ ὡς πῦρ ἐν ἀκάνθαις· διὰ μὲν τῶν μελισσῶν τὸ σφοδρὸν τῆς προθυμίας, διὰ δὲ τῶν ἀκανθῶν τὸ ἀφόρητον τοῦ θυμοῦ, καὶ τὸ ἄσβεστον τῆς ὀργῆς αἰνιττόμενος. Τίς