267
γὰρ ὑφέξει πῦρ ἀκάνθαις ἐμπεσόν; Ἀλλ' ὅμως, φησὶν, οὕτω σφοδρῶς, οὕτω ταχέως ἀναφθέντας καὶ ἐν μέσῳ περιλαβόντας οὐ μόνον διέφυγον, ἀλλὰ καὶ ἠμυνάμην. Τοῦτο ὅρα καὶ ἐπὶ τῆς ὕλης αὐτῆς γινόμενον. Καὶ γὰρ πῦρ βάτον ἔκαιε, καὶ οὔτε ἡ βάτος ἐκαίετο, οὔτε ἐκεῖνο ἐσβέννυτο, ἀλλ' ἀμφότερα ἔμεινεν ὁμιλοῦντα ἀλλήλοις, καὶ οὐκ ἀναλισκόμενα. Καίτοι τί σαθρότερον βάτου; τί δὲ πυρὸς καυστικώτερον; Ἀλλ' ὅμως ἡ θαυματουργὸς τοῦ Θεοῦ 55.333 δύναμις παραδοξοποιοῦσα ἀμφότερα εἴασε μένειν. Τοιοῦτον δέ τι παράδοξον καὶ τότε συνέβαινε. Ὡς πῦρ γὰρ ἐπέδραμον, ὡς μέλισσαι μετὰ προθυμίας ἐπέθεντο, ἔνδον εἶχον ἀπειλημμένον, καὶ οὐδὲν ποιῆσαι ἴσχυσαν. Τὸ γὰρ ὅπλον τὸ ἀχείρωτον, ἡ συμμαχία ἡ ἀκαταμάχητος, τοῦ Θεοῦ τὸ ὄνομα πάντας αὐτοὺς ἀπήλασεν. Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. Εἶπε τὸ μέγεθος τῶν δεινῶν, ἀπὸ τοῦ πλήθους, ἀπὸ τοῦ σχήματος, ἀπὸ τῆς προθυμίας, ἀπὸ τῆς ὀργῆς τῶν ἐπιόντων· λέγει καὶ ἀφ' ὧν αὐτὸς ἔπαθεν. Οὕτω μου ἐπεκράτησε τὰ δεινὰ, φησὶν, ὡς καὶ μικροῦ ἐγγὺς γενέσθαι τοῦ πεσεῖν καὶ κατενεχθῆναι. Οὕτω γὰρ ἀνετράπην ὠσθεὶς, ὡς μέλλειν καταπίπτειν· ἀλλ' ὅτε λοιπὸν ἔμελλον ἐπὶ γόνυ φέρεσθαι, καὶ κατακλίνεσθαι, καὶ πάντα ἀπέγνωστο τὰ ἀνθρώπινα, τότε τὴν ἑαυτοῦ συμμαχίαν ἐπεδείξατο. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς, ἵνα μηδεὶς τὴν ἑαυτοῦ δόξαν νοσφίζηται. Τοῦτο καὶ ἐν τῇ ἱστορίᾳ τῶν Κριτῶν ἐπὶ τοῦ Γεδεὼν ἐποίησε. ∆ιὰ τοῦτο καὶ ἐπὶ τοῦ Ἐζεκίου, νυκτὸς οὔσης, τὸ τρόπαιον ἔστησεν. Εἰ γὰρ καὶ μηδὲν συντελέσας εἰς τὴν νίκην ἐκεῖνος καὶ τὸν πόλεμον, ὅμως ἀπενοήθη· εἰ παρέστη μόνον τῇ παρατάξει, εἰ πίπτοντας εἶδε τοὺς ἀναιρουμένους, οὐκ ἂν μειζόνως τοῦτο ἔπαθεν; Ὅταν τοίνυν ἀπογνωσθῇ ἐξ ἀνθρωπίνης ἐλπίδος τὰ πράγματα, τότε ἐπάγει τὴν παρ' ἑαυτοῦ συμμαχίαν. Τοῦτο καὶ ἐπὶ τοῦ Γολιὰθ ἐποίησε· τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων. ∆ιὸ καὶ ὁ Παῦλος ἔλεγεν· Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Ἰσχύς μου, καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. Ὡσεὶ ἔλεγε· ∆ύναμίς μου αὐτὸς ἐγένετο καὶ βοήθεια. Τί δέ ἐστιν ὅ φησιν, Ὕμνησίς μου; Ἡ δόξα μου, ὁ αἶνός μου, ὁ κόσμος μου, ἡ περιφάνειά μου. Οὐ γὰρ δὴ μόνον ἀπαλλάττει τῶν κινδύνων, ἀλλὰ καὶ λαμπροὺς ποιεῖ καὶ περιφανεῖς· καὶ πανταχοῦ τοῦτο ἔστιν ἰδεῖν, μετὰ δόξης τὴν σωτηρίαν διδομένην. Καὶ ἕτερον δέ τι διὰ τούτου αἰνίττεται. Ποῖον δὲ τοῦτο; Ὅτι τοῦτό μοι, φησὶ, διηνεκὴς ᾠδὴ, τοῦτό μοι διηνεκὴς φωνὴ, ὁ ὕμνος ὁ εἰς αὐτὸν, τοῦτό μοι ἔργον, διηνεκῶς αὐτὸν ἀνυμνεῖν. δʹ. Ἀκουέτωσαν οἱ ταῖς σατανικαῖς ᾠδαῖς κατασηπόμενοι, οἵαν ὑπομένουσι βλάβην, ποίας δ' ἂν καὶ τύχοιεν συγγνώμης, τούτου διηνεκῶς τὸν σωτῆρα ἀνυμνοῦντος, ἐκεῖνοι διηνεκῶς ἐν ταῖς τῶν δαιμόνων ᾠδαῖς ἐγκαλινδούμενοι. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὅταν γὰρ ὁ Θεὸς κατορθώσῃ τὸ πᾶν, οἱ τῆς νίκης ἀπολαύοντες χαίρουσι, σκιρτῶσι, διπλῇ γαννύμενοι, καὶ τῷ σωθῆναι, καὶ τῷ διὰ Θεοῦ σωθῆναι. Τοῦτο ποιεῖται εὐφροσύνην, ὁ τὸ τρόπαιον στήσας. Εἶτα δεικνὺς καὶ τῆς συμμαχίας τῆς τοιαύτης τὴν ἀφορμὴν, ἐπήγαγεν· Ἐν σκηναῖς δικαίων. Οὐκ εἶπεν, Ἐν οἰκίαις, ἀλλ', Ἐν σκηναῖς, τὸ ἐσχεδιασμένον τῆς οἰκήσεως αὐτῶν παραστῆσαι βουλόμενος. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Ἀβραὰμ, ὅτε ἐπανῆλθε, τῶν βαρβάρων περιγενόμενος, λαμπρὸς ἀπὸ τῶν κατορθωμάτων γεγονώς. Τοιαύτη ἦν ἡ σκηνὴ τοῦ Παύλου, ὅτε ἐπανῄει τῶν δαιμόνων περιγενόμενος, καὶ τὴν πλάνην καταλύων, καὶ τὰ κατορθώματα διηγούμενος. ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. 55.334 Ὅρα τῆς ἀγαλλιάσεως τὴν ὑπόθεσιν. Τοῦτο γὰρ καὶ νῦν λέγει, ὅπερ ἔμπροσθεν