268
ἔλεγε, δεικνὺς ὅτι ὁ Θεὸς ταῦτα κατώρθωσεν. Ὁρᾷς, οὐκ ἐν ἀπαλλαγῇ μόνον τῶν δεινῶν, ἀλλὰ καὶ ἐν κτήσει περιφανείας γινομένην αὐτοῦ τὴν εὐεργεσίαν· Εἰπὼν γάρ· ∆εξιὰ Κυρίου ἐποίησε δύναμιν, ἐπήγαγε· ∆εξιὰ Κυρίου ὕψωσέ με, ἵνα τὴν αὐτῷ γενομένην δόξαν δηλώσῃ. Τὸ γὰρ, Ὕψωσέ με, ἀντὶ τοῦ, ἐδόξασεν, ἐστίν. Οὐ γὰρ μόνον δυνατοὺς ἐποίησεν, ἀλλὰ καὶ ἐνδόξους. Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Οἱ μὲν κίνδυνοι, φησὶ, θάνατον ἠπείλουν· ἐγὼ δὲ, Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Τουτέστι, τοιαύτη ἡ τοῦ ∆εσπότου παραδοξοποιία, ὅτι καὶ ἐξ αὐτῶν ἥρπασε τῶν θανάτων, καὶ πρὸ τῆς Καινῆς ἐν τοῖς παραδόξοις κινδύνοις τῆς ἀναστάσεως τὴν εἰκόνα προδιαγράφων. Ἔδωκε γὰρ ἡμῖν καὶ ἐξ ἀρχῆς αἰνίγματα, ὅτε τὸν Ἐνὼχ μετέστησεν. Εἰ γὰρ ἀπιστεῖς, ὅτι οὐ δυνατὸν διαναστῆναι σώματα, ἀπὸ τούτου πίστευε. Πῶς γὰρ ἤρκεσεν εἰς χρόνον τοσοῦτον τὸ σῶμα ἐκεῖνο; Οὐ γάρ ἐστιν ἴσον οἰκίαν διεφθαρμένην ἀναστῆσαι, καὶ τὴν σαθρὰν καὶ παλαιὰν οὖσαν διακρατῆσαι ἐπὶ χρόνον τοσοῦτον. Οὐκ ἐννοεῖς ὅτι οὐκ ὄντα ἐποίησεν; Οὐκοῦν πολλῷ μᾶλλον ἀναστῆσαι δύναται. Ἔχεις καὶ ἑτέραν εἰκόνα τῆς ἀναστάσεως, λέγω τὴν Ἠλίου ἁρπαγὴν, ὃς οὐδέπω καὶ τήμερον ἐτελεύτησε. Πάντα ῥᾴδια καὶ εὔκολα τῷ Θεῷ. Οὐκ ἀδυνατήσει, φησὶ, παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Καὶ ὁ Προφήτης· Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Οὐχ ὁρᾷς ὅτι καὶ σοὶ δύσκολα τὰ τοῦ τέκτονος ἔργα; Ἀλλ' ὅμως παραχωρεῖς τῇ τέχνῃ. Εἶτα τῇ μὲν συνδούλου τέχνῃ παραχωρεῖς· τοῦ δὲ ∆εσπότου τὴν σοφίαν εὐθύνας ἀπαιτεῖς, καὶ οὐ καταδέχῃ τῇ πίστει τὸ γινόμενον; Καὶ πόσης ταῦτα ἄξια ἀνοίας; Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι. Εἴ τις καὶ κατὰ ἀναγωγὴν ἐκλάβοι τὸ εἰρημένον, οὐχ ἁμαρτήσεται. Εἰ γὰρ καὶ περὶ τῆς ἀναστάσεως τοῦτο εἴρηται τὸ γὰρ, Οὐκ ἀποθανοῦμαι, δηλοῦντός ἐστιν, ὅτι οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὅμως καὶ καθ' ἕτερον τρόπον νοεῖται. Οὐκ ἀποθανοῦμαι γὰρ, φησὶ, τὸν ἕτερον θάνατον, ὃν καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγεν· Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται· καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ. Καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. Τοῦτο μάλιστα ζωὴ, τὸ καὶ αὐτὸν αἰνεῖν, καὶ εἰς ἅπαντας ἐξαγγέλλειν τὰ θαύματα αὐτοῦ. Ποῖα ἔργα; εἰπέ μοι. Ταῦτα ἃ μέλλει διηγεῖσθαι, ἐπάγων· Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Εἶδες τὴν παραδοξοποιίαν; εἶδες τὸ χρήσιμον; Οὐ γὰρ δὴ μόνον ὅτι ἀπηλλάγη εὐχαριστεῖ, ἀλλ' ὅτι καὶ ἐνέπεσε χάριν οἶδε μεγίστην, καὶ λέγει τὸ κέρδος τοῦ πειρασμοῦ. Ποῖον δὴ τοῦτο; Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, φησί. Τοῦτο τῶν κινδύνων τὸ χρήσιμον, ὅτι βελτίονα εἰργάσατο. Εἶδες ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν, καὶ τὴν κηδεμονίαν, καὶ τὸ ἀφεῖναι ἐναποληφθῆναι τοῖς δεινοῖς, καὶ τὸ πάλιν ἀπαλλάξαι; Τῷ γὰρ θανάτῳ, φησὶν, οὐ παρέδωκέ με. Καὶ καλῶς εἶπεν ἕτερος ἑρμηνευτής· Τῷ δὲ θανάτῳ οὐκ ἔδωκέ με, ἵνα δηλώ 55.335 σῃ ὅτι ἐν τῇ ἐξουσίᾳ αὐτοῦ τὸ πᾶν ἔκειτο. Ὥστε διπλῆν ἐκέρδανε σωτηρίαν, τήν τε τῶν δεινῶν, τήν τε τῆς κακίας ἀπαλλαγήν. ∆ιὸ καὶ Παῦλος ἔλεγεν Ἑβραίοις γράφων· Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. Τοῖς παιδευομένοις αἱ πύλαι ἀνοίγονται, τοῖς ἀποτιθεμένοις τὰ ἁμαρτήματα. εʹ. Ὁ παιδευθεὶς μετὰ παῤῥησίας δύναται λέγειν· Ἀνοίξατέ μοι πύλας δικαιοσύνης. Καὶ γὰρ καὶ κατὰ ἀναγωγὴν ἐκληπτέον τὸ εἰρημένον, καὶ πύλας τὰς τῶν οὐρανῶν νοητέον, αἳ τοῖς πονηροῖς εἰσι κεκλεισμέναι, πρὸς ἃς δεῖ κρούειν διὰ τῆς ἀρετῆς, δι' ἐλεημοσύνης, διὰ δικαιοσύνης. Αὕτη ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Εἰσὶ πύλαι θανάτου, εἰσὶ πύλαι ἀπωλείας, εἰσὶ πύλαι ζωῆς, εἰσὶ