269
πύλαι στεναὶ καὶ τεθλιμμέναι. ∆ιὰ δὴ τοῦτο ἐπειδὴ πολλαὶ, λέγει τὸ παράσημον τῆς τοῦ Κυρίου πύλης, ἐπάγων· Αὕτη ἡ πύλη τοῦ Κυρίου. Ἐκεῖναι γὰρ οὐχὶ τοῦ Κυρίου. Καὶ τὸ παράσημον ποῖον αὐτῆς; Τὸ δι' αὐτῆς τοὺς παιδευομένους εἰσιέναι, τοὺς θλιβομένους. Στενὴ γάρ ἐστι καὶ τεθλιμμένη· εἰ δὲ τεθλιμμένη, οἱ θλιβόμενοι δι' αὐτῆς βαδιοῦνται· ὥσπερ ἡ πρὸς ἀπώλειαν πλατεῖα καὶ εὐρύχωρος. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μου εἰς σωτηρίαν. Οὐχ ἁπλῶς εἶπεν, Ἐπήκουσας, ἀλλὰ πρότερον παιδεύσας, καὶ βελτίω ποιήσας. ∆ιὸ καὶ εὐχαριστεῖ, οὐχ ὑπὲρ ὧν ἠκούσθη, ἀλλ' ὑπὲρ ὧν ἐπαιδεύθη. ∆ιὰ γὰρ τοῦτο ἠκούσθη, καὶ πανταχοῦ πολὺ τοῦτο παρ' αὐτῷ τὸ τῆς εὐχαριστίας εἶδος. Ὅπερ γὰρ εἶπον, καὶ λέγων οὐ παύσομαι, τοῦτο μάλιστα θυσία καὶ προσφορά. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Ὅτι μὲν εἰς Χριστὸν τὸ εἰρημένον, παντί που δῆλον. Καὶ γὰρ αὐτὸς ἐν τοῖς Εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων· Οὐδέποτε ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; Εἰ δὲ μὴ δοκεῖ ἐξ αὐτῆς ἠρτῆσθαι τῆς ἱστορίας τὸ εἰρημένον, ἀλλὰ μέσην τὴν ἀκολουθίαν διακόψασα ἡ προφητεία ἐπεισῆλθε, θαυμαστὸν οὐδὲν, οὐδὲ καινόν· οὕτω γὰρ αἱ πλείους τῶν προφητειῶν ἐξεφωνήθησαν ἐν τῇ Παλαιᾷ, διὰ τὸ δεῖν αὐτὰς συσκιάζεσθαι τέως, ὥστε μὴ καὶ τὰ βιβλία αὐτὰ ἐξαλειφθῆναι. Ἐπεὶ καὶ ἡ περὶ τῆς γεννήσεως αὐτοῦ προφητεία δοκεῖ μὲν ἀπὸ τῆς ἱστορίας ἠρτῆσθαι, οὐδὲν δὲ κοινὸν ἔχει πρὸς ἐκείνην· οἷον τὸ, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός. Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες. Οἰκοδομοῦντας λέγει τοὺς Ἰουδαίους, τοὺς νομοδιδασκάλους, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σαμαρείτης εἶ σὺ, καὶ δαιμόνιον ἔχεις· καὶ πάλιν· Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Ἀλλ' ὅμως οὗτος ὁ ἀποδοκιμασθεὶς οὕτως ἐφάνη δόκιμος, ὡς γενέσθαι κεφαλὴν γωνίας. Οὐ γὰρ ἅπας λίθος εἰς γωνίαν ἐπιτήδειος, ἀλλ' ὁ δοκιμώτατος, καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συν 55.336 δῆσαι δυνάμενος. Ὃ τοίνυν ὁ Προφήτης λέγει, τοῦτο ἐστιν, ὅτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν Ἰουδαίων καὶ ἐξουθενηθεὶς, οὕτως ἐφάνη θαυμαστὸς, ὥστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι, ἀλλὰ καὶ δύο συνδῆσαι τοίχους. Ποίους δὴ τοίχους; Τοὺς ἐξ Ἰουδαίων καὶ Ἑλλήνωνπιστεύοντας· καθάπερ καὶ ὁ Παῦλος λέγει· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ πάλιν· Ἐποικοδομηθέντες τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου Ἰησοῦ Χριστοῦ. Τὸ δὲ εἰρημένον πολλὴ κατηγορία τῶν Ἰουδαίων, ὅτι οἰκοδομοῦντες τὸν ἐπιτήδειον λίθον οὐκ ἔκριναν, ἀλλὰ καὶ ὡς ἀδόκιμον ἔῤῥιψαν, τοιαύτην δυνάμενον οἰκοδομὴν ὑφῆναι. Εἰ δὲ βούλει τοὺς δύο τοίχους μαθεῖν, ἄκουσον καὶ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν· καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. Τοῦτο καὶ ἄνωθεν ὡς ἐν τύπῳ γέγονεν. Ὁ γὰρ Ἀβραὰμγέγονεν ἑκατέρων πατριάρχης, τῶν τε ἐν ἀκροβυστίᾳ, τῶν τε ἐν περιτομῇ· ἀλλ' ἐκεῖνο μὲν ὡς ἐν τύπῳ, τοῦτο δὲ ἐν ἀληθείᾳ. Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· τουτέστι, συνέδησεν ἑκάτερα τὰ ἔθνη. Παρὰ Κυρίου ἐγένετο αὕτη. Τί ἐστι· Παρὰ Κυρίου ἐγένετο αὕτη; Οὐκ ἦν ἀνθρώπινον, φησὶ, τὸ γενόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν, οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην πλέξαι γωνίαν. Οὐδεὶς γοῦν ἴσχυσεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα μόνον· καὶ γὰρ τοῦτο ἰδικῶς αὐτοῦ τὸ ἔργον. Ἕτερος δὲ ἑρμηνευτής· Παρὰ Κυρίου ἐγένετο τοῦτο, φησί·