270
τουτέστι, τὸ ἔργον τὸ θαυμαστὸν καὶ παράδοξον, τὸ τῆς γωνίας. Καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Τίς δέ ἐστι θαυμαστή; Ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, ἡ εἰς τὴν εὐσέβειαν. Καὶ γὰρ ἐκ τῶν Ἰουδαίων πολλαὶ μυριάδες ἐπίστευσαν· καὶ οἱ ἀπόστολοι δὲ ἐξ Ἰουδαίων. Καλῶς δὲ εἶπεν· Ἐν ὀφθαλμοῖς ἡμῶν· οὐ γὰρ πᾶσίν ἐστι τὸ θαῦμα κατάδηλον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειεν, ὅτι ἔνθα ἐσταυρώθη Χριστὸς, ἐκεῖ προσκυνεῖται Χριστός· καὶ οἱ μὲν σταυρώσαντες ἐν ἀτιμίᾳ, οἱ δὲ προσκυνοῦντες ἐν δόξῃ; Καὶ γὰρ πᾶσαν τὴν οἰκουμένην διέδραμεν ὁ λόγος, συνάπτων τῇ ἀληθείᾳ ἅπαντας. Ἔστι μὲν οὖν καὶ τοῖς ὁπωσοῦν ἐξετάζουσι θαυμαστὴ, πολλῷ δὲ ἀκριβέστερον καὶ σαφέστερον τοῖς πιστεύουσι. ∆ιὰ τοῦτο εἶπεν· Ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν αὐτῇ γενόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγων, οὐ τὸν δρόμον λέγει τοῦ ἡλίου, ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὕτω καὶ ἡμέραν ἀγαθὴν, τὰ ἐν αὐτῇ κατορθώματα. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τὰ τοῦ Θεοῦ κατορθώματα, τὰ ἐν αὐτῇ γενόμενα, ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐκείνης μόνης ἦν τὸ τελέσαι τὰ γεγενημένα. 55.337 ςʹ. Τί τοίνυν τῆς ἡμέρας ταύτης ἴσον γένοιτ' ἂν, ἐν ᾗ καταλλαγῇ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεως τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἁμαρτία ἐλύθη, καὶ οἱ διὰ τοῦ νόμου κολασθέντες χωρὶς τοῦ νόμου σωτηρίας ἐπέτυχον, καὶ πᾶσα ἡ γῆ καὶ θάλασσα τὸν ∆εσπότην ἐπέγνω τὸν ἑαυτῆς, καὶ μυρία ἕτερα γέγονεν, ἅπερ οὐκ ἔστι νῦν ἐπελθεῖν τῷ λόγῳ; ∆ιὰ δὴ τοῦτο ὁ Προφήτης ἅπαντα ταῦτα ἐννοήσας, τῷ Θεῷ τὸ πᾶν ἀνατίθησι, δηλῶν, ὅτι τοῦ Θεοῦ ἔργα ἐστὶ τὰ γεγενημένα. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευματικὴν, τὴν νοερὰν, τὴν τῆς διανοίας. Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ, ὅτι τοσούτων ἐπετύχομεν ἀγαθῶν. Καὶ γὰρ καὶ τοῦτο οὐ μικρὸν κατόρθωμα, τὸ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τὸ σκιρτᾷν, τὸ εὐφραίνεσθαι, τὸ μετὰ ἡδονῆς δέχεσθαι τοῦ Θεοῦ τὰς εὐεργεσίας. Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Ἐπειδὴ εἶδε τῆς οἰκουμένης τὴν εὐημερίαν, καὶ τὴν τῶν πραγμάτων μεταβολὴν, καὶ τὴν πρὸς τὸ βέλτιον μετάστασιν, συγχαίρων τοῖς ἀπολαύουσιν εἶπεν· Ὦ Κύριε, σῶσον δή· ὦ Κύριε, εὐόδωσον δή. Τουτέστι, διάσωσον δὴ τοὺς ἀπολαύοντας, ὥστε καὶ ἐμπλησθῆναι, καὶ καρποὺς ἀξίους ἐπιδείξασθαι τῆς χάριτος· ῥᾳδίαν αὐτοῖς ποίησον τὴν ὁδὸν, ὥστε μετὰ τὸ τυχεῖν μὴ ἐκπεσεῖν τῶν τοιούτων καλῶν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Οὐ γὰρ δὴ μέχρι τῶν γεγενημένων ἵσταται τὰ ἡμέτερα, ἀλλ' ἐφ' ἕτερα πρόεισι μείζονα, τὴν ἀνάστασιν, τὴν βασιλείαν, τὴν μετὰ Χριστοῦ λῆξιν, ἅπερ ἅπαντα παραστῆσαι βουλόμενος, ἐπήγαγεν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ὁ Χριστὸς Ἰουδαίοις ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω τοῦτο αὐτὸ προεβάλλετο, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι ἀντίθεός ἐστι, λέγει αὐτοῖς· Ὑμεῖς μοι μαρτυρήσετε, ὅτι οὐκ ἀντίθεος ἐγὼ, ὅταν ἴδητε ἐπὶ τῶν νεφελῶν ἐρχόμενον, καὶ ταύτην ἀφῆτε τὴν φωνὴν λέγοντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐν εὐφημίας ῥήμασι τῆς ἀπολογίας ἑαυτοὺς ἐκβάλλοντες. Ἡ γὰρ ἐπιφάνεια τῶν γινομένων τότε ταύτην παρασκευάσει τὴν φωνὴν ἀφεῖναι, ὁμοῦ μὲν εὐφημοῦντας, ὁμοῦ δὲ τὴν κατηγορίαν πικροτέραν ποιοῦντας