271
τὴν καθ' ἑαυτῶν. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Τὸν δῆμον ἅπαντα λέγει τὸν πιστὸν, τὸν εὐλογίας ἀπολαύοντα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Καὶ γὰρ πανταχοῦ φαίνονται οἱ προφῆται μακαρίζοντες τοὺς μέλλοντας πιστεύειν. Τίνος ἕνεκεν εὐλογήσατε, καὶ πόθεν ὁ μακαρισμός; Ὅτι ὁ Θεὸς ἐπέφανεν ἡμῖν. Ἐπεφάνη γὰρ, φησὶν, ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν, ἀπεκδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνταῦθα τοίνυν ὁ Προφήτης τὴν σάρκωσιν θαυμάζει, ὅτι Θεὸς ὢν, καὶ Κύριος, καὶ τῆς οὐσίας ἐκείνης, κατηξίωσεν ἐπιφά 55.338 νειαν. Ἐπιφάνειαν δὲ εἶπε τὴν οἰκονομίαν, τὸ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, τὸ ἄνθρωπον γενέσθαι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι. ∆ιὰ δὴ τοῦτο, Εὐλογήκαμεν ὑμᾶς, φησὶν, ὅτι τοιαύτης ἀπηλαύσατε δωρεᾶς. Τοῦτο καὶ ὁ Χριστὸς αἰνιττόμενος ἔλεγε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, ἃ εἴδετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ἕτερος ἑρμηνευτής φησι· Συνδήσατε ἐν πανηγύρει πυκάσματα. Ἄλλος, ∆ήσατε ἑορτὴν ἐν πιμελέσιν. Ἐπὶ τὴν ἱστορίαν ἐξέβη πάλιν ἀπὸ τῆς προφητείας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἑορτάσατε, πανηγυρίσατε. Τί δέ ἐστι, Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι; Κατὰ μὲν τὸν ἕνα ἑρμηνευτὴν, Θύσατε θυσίας λιπαράς· κατὰ δὲ τὸν ἕτερον, Στεφανώματα καὶ κλάδους ἀνάψατε τῷ ναῷ. Τὸ δὲ Ἑβραϊκὸν τοῦτο οὕτως εἶπεν, Ἐσροὺ ἂγ βαὰδ ὀθθίμ. Ἄν τε οὖν τοῦτο, ἄν τε ἐκεῖνο ᾖ, ἑορτὴν δηλοῖ, καὶ φαιδρὰν ἡμέραν, καὶ πανήγυριν. Ἀπὸ γὰρ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ μετήγαγε πάλιν τὸν λόγον, καὶ τῆς ἐπανόδου τούτων ἐμνημόνευσε. Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε. Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο δοξάζειν αὐτὸν, διὰ τὴν μεγαλωσύνην αὐτοῦ, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γὰρ αἰνίττεται μετὰ τὸ εἰπεῖν τὰς εὐεργεσίας, ἃς εὐηργετήθη, οὕτως ἐπαγαγών. Λέγει γάρ· Καὶ χωρὶς τούτων καὶ εὐχαριστήσω, καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω ∆εσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, οὕτως ἀκατάληπτον· τὸ γὰρ, Ὑψώσω, δοξάσω ἐστίν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Οὐκ αὐτὸς ταύτην ἀναφέρειν τὴν θυσίαν μόνον ἀρκεῖται, ἀλλὰ καὶ κοινωνοὺς πολλοὺς καλεῖ τῆς εὐφημίας καὶ τῆς εὐχαριστίας, καὶ τὴν Θεοῦ φιλανθρωπίαν ἀνακηρύττει, πανταχοῦ τὸ διαρκὲς αὐτῆς ὑμνῶν καὶ τὸ μέγεθος. Ταῦτα δὴ οὖν καὶ ἡμεῖς εἰδότες, μένωμεν διαπαντὸς εὐχαριστοῦντες τῷ φιλανθρώπῳ Θεῷ, καὶ ταύτην ἀναφέρωμεν τὴν θυσίαν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. Ὠδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει, Ὠδὴ τῶν ἀναβάσεων.
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. αʹ. Τῶν μὲν ἄλλων ψαλμῶν ἑκάστῳ ἰδία τίς ἐστιν ἐπιγραφὴ, ἐνταῦθα δὲ ὁμοῦ πολλοὶ συνελθόντες μίαν ἔλαβον προσηγορίαν, Ὠδὴ τῶν ἀναβαθμῶν, ἢ ὡς ἕτερος εἶπεν ἑρμηνευτὴς, τῶν ἀναβάσεων. Τινὲς δὲ αὐτοὺς καὶ ἀναβαθμοὺς καλοῦσι. Καὶ τίνος, φησὶν, 55.339 ἕνεκεν οὕτως εἰσὶν εἰρημένοι; Κατὰ μὲν τὴν ἱστορίαν, ὅτι δὴ περὶ τῆς ἀνόδου διαλέγονται τῆς ἐκ Βαβυλῶνος, καὶ τῆς αἰχμαλωσίας μνημονεύουσι τῆς ἐκεῖσε·