273
πενθοῦντες. Εἰ τοίνυν βούλει τοὺς ἀναβαθμοὺς ἀναβαίνειν τούτους, περίκοψον τὸ διαλελυμένον καὶ χαῦνον τοῦ βίου, σύσφιγξον σεαυτὸν τῷ ἐπιπόνῳ τῆς πολιτείας, ἀπόστησον τῶν γηΐνων πραγμάτων. Αὕτη πρώτη ἀνάβασις. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ὁμοῦ καὶ κλίμακα ἀναβαίνειν, καὶ τῆς γῆς ἔχεσθαι. βʹ. Ὁρᾷς πόσον τὸ ὕψος τοῦ οὐρανοῦ· οἶσθα τοῦ χρόνου τὴν βραχύτητα· οἶσθα τὸ ἄδηλον τοῦ θανάτου. Μὴ τοίνυν μέλλε, μηδὲ ἀναβάλλου, ἀλλὰ πολλῇ τῇ σφοδρότητι ταύτης ἅψαι τῆς ἀποδημίας, ἵνα ἐν μιᾷ ἡμέρᾳ καὶ δύο καὶ τρεῖς καὶ δέκα καὶ εἴκοσι ἀναβαίνῃς ἀναβαθμούς. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας. Ὅρα ἐνταῦθα τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διαλάμπον· Εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Τούτου γὰρ τοῦ πειρασμοῦ οὐδὲν ἴσον, ἀγαπητὲ, τοῦ δολερῷ περιπεσεῖν ἀνθρώπῳ· ὁ τοιοῦτος καὶ θηρίου χαλεπώτερος. Τὸ μὲν γὰρ ὅπερ ἐστὶ φαίνεται· οὗτος δὲ παραπετάσματι πολλάκις ἐπιεικείας τὸν ἰὸν ἀπέκρυψεν, ὡς καὶ δυσφώρατον γενέσθαι τὴν ἐνέδραν, καὶ βαράθρῳ περιπεσεῖν ἀφυλάκτως τὸν ἐμπίπτοντα. ∆ιὰ τοῦτο συνεχῶς ἄνω καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιούτων ἐπιβούλων ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς δεῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλλον τοὺς ἀπατεῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ ἄδικα εἴποι τις ἂν χείλη ἐκεῖνα, τὰ περὶ τὴν ἀρετὴν βλάπτοντα, τὰ πρὸς κακίαν ἀπάγοντα. ∆ιὰ δὴ ταῦτα καὶ ὁ Προφήτης οὗτος τὴν ψυχὴν αὐτοῦ ἀξιοῖ ῥυσθῆναι· ἐκεῖ γὰρ ἐνίησι τὰ βέλη. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἕτερος ἑρμηνευτής φησι· Τί παρέξει σοι, ἢ τί προσθήσει γλῶσσα δολία; Ὁ δὲ ἕτερος· Τί δῴη σοι, ἢ τί προσθείη σοι γλῶσσα κατ' ἐπιθέσεως; Οὐδὲν οὖν ἕτερον παρίστησι τὸ εἰρημένον, ἢ ὅτι μεγάλη αὕτη ἡ πονηρία, καὶ χαλεπὸν τῆς κακίας τὸ εἶδος. ∆ιὰ δὴ τοῦτο ὁρᾷς καὶ τὸν Προφήτην θυμούμενον, ὀργιζόμενον, καὶ λέγοντα· Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ὃ δὲ λέγει, τοῦτό ἐστι· Ποία ἂν εὑρεθείη 55.341 τῆς κακίας ταύτης ἀξία τιμωρία, Ὅπερ καὶ Ἰουδαίοις Ἡσαΐας ἔλεγε· Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; τοῦτο δὴ καὶ αὐτός· Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Ἢ τοῦτο τοίνυν φησὶν, ἢ ὅτι καὶ αὐτὸ τοῦτο τιμωρία, καὶ πρὸ τῆς δίκης σαυτὸν ἀπαιτεῖς δίκην, οἴκοθεν τὴν κακίαν τίκτων. Μεγίστη γὰρ ψυχῆς τιμωρία κακία, καὶ πρὸ τῆς δίκης. Τίς οὖν ἂν γένοιτο ἀξία τῷ τοιούτῳ δίκη; Ἐνταῦθα μὲν οὐδεμία, ἡ δὲ παρὰ τοῦ Θεοῦ πληγή. Ἄνθρωπος μὲν γὰρ οὐκ ἂν κατ' ἀξίαν ἀμύναιτο· ὑπερβαίνει γὰρ πᾶσαν τιμωρίαν ἡ πονηρία· ὁ Θεὸς δὲ ἐπάξει τὴν πληγήν. ∆ιὸ καὶ ἐμφαίνων τοῦτο, ταχέως ἐπήγαγε λέγων· Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Πάλιν βέλη ἐνταῦθα τὰς τιμωρίας καλεῖ. Ὁ δὲ ἕτερος ἑρμηνευτὴς, Τὰ βέλη τοῦ δυνατοῦ ἠκόνηται, εἶπε, μετὰ ἀνθράκων ἐστοιβασμένων. Καὶ ἕτερος δὲ, Σὺν ἀνθρακίαις ἀρκευθίναις, τῇ μεταφορᾷ τῶν ὀνομάτων αὔξων τῆς τιμωρίας τὸν φόβον. Τό τε γὰρ, Ἐστοιβασμένων, τό τε, Ἀρκευθίναις, τὴν αὐτὴν ἔχει ἔννοιαν. Ἐκεῖ μὲν τὸ πλῆθος παρίστησιν· ἐνταῦθα δὲ τὴν ποιότητα καὶ τὴν σφοδρότητα τῆς τιμωρίας. Ὅπερ οὖν καὶ οἱ Ἑβδομήκοντα δηλοῦντες, Σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, ἐξέδωκαν, τουτέστιν ἐρημοποιοῖς, δαπανῶσι, καταναλίσκουσιν. Ἀπὸ γὰρ τῶν παρ' ἡμῖν φοβερῶν ὑλῶν καὶ τοῦ Θεοῦ τὰς τιμωρίας σχηματίζουσιν αἱ Γραφαὶ, βέλη καὶ πῦρ αὐτὰς καλοῦσαι. Ἐνταῦθα δέ μοι τοὺς βαρβάρους αἰνίττεσθαι δοκεῖ. ∆ιὸ καὶ τοῦτο δηλῶν ἕτερος ἑρμηνευτὴς ἔλεγε· Ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χείλους ψευδοῦς. Τοιαῦτα γὰρ αὐτῶν τὰ ῥήματα, τοιοῦτοι οἱ δόλοι καὶ αἱ ἐπιβουλαὶ, πλάνης γέμοντα ἅπαντα καὶ πολλῆς τῆς κακίας. Οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Ἕτερος ἑρμηνευτής φησιν·