274
Οἴμοι ὅτι παροικῶν παρείλκυσα. Ἄλλος, Ὢ ἐμοὶ, προσηλύτευσα ἐν μακρυσμῷ. Ταῦτα μὲν οὖν οὗτοι θρηνοῦσιν ὑπὲρ τῆς αἰχμαλωσίας τῆς ἐν Βαβυλῶνι· ὁ δὲ Παῦλος ὑπὲρ τῆς ἐνταῦθα διατριβῆς λέγων· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει τούτῳ, στενάζομεν βαρούμενοι Καὶ, Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. Καὶ γὰρ παροικία ὁ παρὼν βίος. Καὶ τί λέγω παροικίαν, ὅπου γε καὶ τῆς παροικίας ἐστὶν εὐτελέστερον πρᾶγμα; Ὅθεν αὐτὴν καὶ ὁδὸν ἐκάλεσεν ὁ Χριστὸς, λέγων· Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἐπάγουσα εἰς τὴν ζωήν. Καὶ γὰρ τοῦτο ἀρίστη διδασκαλία μάλιστα καὶ ἡ πρώτη, τὸ εἰδέναι ὅτι πάροικοί ἐσμεν κατὰ τὸν παρόντα βίον. ∆ιὸ καὶ οἱ παλαιοὶ τοῦτο ὡμολόγουν, καὶ διὰ τοῦτο μάλιστα ἐθαυμάσθησαν. Τοῦτο καὶ Παῦλος δηλῶν, ἔλεγε γράφων· ∆ιὰ ταύτην τὴν αἰτίαν οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς αὐτῶν καλεῖσθαι. Ποίαν αἰτίαν; εἰπέ μοι. Ὅτι ὡμολόγησαν ξένοι καὶ παρεπίδημοι εἶναι. Τοῦτο ἀρετῆς ἁπάσης ῥίζα καὶ ὑπόθεσις. Ὁ γὰρ τῶν ἐνταῦθα ξένος τῶν ἄνω πολίτης ἔσται. Ὁ τῶν ἐνταῦθα ξένος οὐκ ἐμφιλοχωρήσει τοῖς παροῦσιν· οὐκ οἰκίας ἐπιμελήσεται, 55.342 οὐ χρημάτων, οὐ τροφῆς, οὐκ ἄλλου τῶν τοιούτων 55.342 οὐδενός· ἀλλ' ὥσπερ οἱ ἐν ἀλλοτρίᾳ διατρίβοντες, πάντα ποιοῦσι καὶ πραγματεύονται πρὸς τὴν ἐπὶ τῇ πατρίδι ἀποκατάστασιν, καὶ καθ' ἑκάστην ἐπείγονται τὴν ἡμέραν τὴν ἐνεγκοῦσαν ἰδεῖν· οὕτω καὶ ὁ τῶν μελλόντων ἐρῶν, οὔτε τοῖς λυπηροῖς ταπεινωθήσεται παροῦσιν, οὔτε τοῖς χρηστοῖς ἐπαρθήσεται, ἀλλ' ἑκάτερα παραδραμεῖται, καθάπερ ὁδὸν βαδίζων, ∆ιά τοι τοῦτο καὶ ἐν τῇ προσευχῇ κελευόμεθα λέγειν, Ἐλθέτω ἡ βασιλεία σου, ἵνα τὸν πόθον καὶ τὴν ἐπιθυμίαν τῆς ἡμέρας ἐκείνης στρέφοντες, καὶ πρὸ ὀφθαλμῶν αὐτὴν ἔχοντες, μηδὲ ὁρῶμεν τὰ παρόντα. Εἰ γὰρ Ἰουδαῖοι τῶν Ἱεροσολύμων ἐπιθυμοῦντες θρηνοῦσι τὰ παρελθόντα, καὶ μετὰ τὸ ἀπαλλαγῆναι, τίνα ἂν σχοίημεν ἡμεῖς συγγνώμην, ποίαν δὲ ἀπολογίαν, μὴ σφοδρῷ κατεχόμενοι τῷ πόθῳ τῆς ἄνω Ἱερουσαλήμ; γʹ. Ὅρα γοῦν πῶς δὲ οὗτοι θρηνοῦσι τὴν μετ' ἐκείνων διατριβὴν, Κατεσκήνωσα, λέγοντες, μετὰ τῶν σκηνωμάτων Κηδάρ· πολλὰ παρῴκησεν ἡ ψυχή μου. Ἐνταῦθα γὰρ οὐ τὴν ἐν ἀλλοτρίᾳ διατριβὴν θρηνοῦσι μόνον, ἀλλὰ καὶ τὴν μετὰ βαρβάρων διαγωγήν. Ὃ δὴ καὶ ἄλλοι προφῆται ἐποίουν ὑπὲρ τοῦ παρόντος βίου θρηνοῦντες, καὶ λέγοντες· Οἴμοι ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς εὐλαβὴς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ αὐτὸς δὲ οὗτος, λέγων· Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος. Οὐ γὰρ ταύτῃ μόνον ἐπίπονος ὁ βίος, ὅτι πολλὴν ἔχει τὴν ματαιότητα, καὶ ἀκαίρους φροντίδας, ἀλλ' ὅτι καὶ πολλὴ τῶν πονηρῶν ἡ φορά. Οὐδὲν δὲ ἐπαχθέστερον καὶ δυσκολώτερον τῆς πρὸς τοὺς τοιούτους ὁμιλίας. Οὐ γὰρ οὕτω καπνὸς καὶ αὐχμὸς βαρύνειν τοὺς ὀφθαλμοὺς εἴωθεν, ὡς ἡ τῶν πονηρῶν ὁμιλία τὰς ψυχὰς ἀλύειν παρασκευάζει. Οὐχ ὁρᾷς καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸ δυσχερὲς ἐνδεικνύμενον τῆς τοιαύτης διαγωγῆς; Καὶ γὰρ ὅταν λέγῃ, Ἕως πότε ἔσομαι μεθ' ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; τοῦτο αἰνιττόμενος λέγει, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Βάρβαρον τοῦτο τὸ γένος ἐστὶ, θηριωδέστερον πρὸς τοὺς κεκρατημένους διακεῖσθαι, σκηναῖς καὶ καλύβαις κεχρημένων καὶ πρὸς τὴν τῶν θηρίων ἀγριότητα ἐκπεπτωκότων. Ἀλλὰ τούτων πολλῷ χαλεπώτεροι οἱ ἅρπαγες, οἱ πλεονέκται, οἱ ἐν ἀσελγείαις, οἱ ἐν τρυφαῖς ζῶντες. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Καὶ μὴν οὐ πολλά· ἑβδομήκοντα γὰρ ἔτη μόνον ἦν· ἀλλ' οὐ τῷ πλήθει αὐτὰ πολλὰ καλεῖ, ἀλλὰ τῇ δυσκολίᾳ τῶν πραγμάτων. Κἂν γὰρ ὀλίγα ᾖ, πολλὰ τοῖς θλιβομένοις φαίνεται. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρὴ, κἂν ὀλίγα ἔτη ζήσωμεν ἐνταῦθα, πολλὰ νομίζειν αὐτὰ τῇ ἐπιθυμίᾳ τῶν μελλόντων. Ταῦτα λέγων οὐ τῆς