277
ἄλλα πάντα κάτω βλέπει, καὶ πρὸς γῆν νένευκεν. Οὗτος δὲ πρὸς τὸν οὐρανὸν τέταται, ἵνα τὰ ἐκεῖ περισκοπῇ, καὶ ἐν ἐκείνοις φιλοσοφῇ, καὶ ἐκεῖνα φαντάζηται, καὶ ὀξυδερκὲς ἔχῃ τὸ ὄμμα τῆς ψυχῆς. ∆ιὰ δὴ τοῦτο καί τις σοφὸς ἔλεγε, Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ· τουτέστι, τῶν κάτω πάντων ἀπήλλακται, καὶ οὐρανοπολεῖ, καὶ μετέωρα φαντάζεται. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξει ὁ φυλάσσων σε. Ὁρᾷς πόσην ἀπαιτεῖ παρ' ἡμῶν σπουδὴν ὁ λόγος; Ἐπειδὴ γὰρ βοηθείας ἐμνήσθησαν, καὶ τὴν ἄνωθεν ῥοπὴν καλοῦσι, παραινεῖ καὶ συμβουλεύει, μονονουχὶ τοῦτο λέγων· Εἰ βούλει ταύτης ἀπολαῦσαι, τὰ παρὰ σαυτοῦ εἰσένεγκε. Τί δέ ἐστιν ὃ παραινεῖ; Ἄκουε· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου· τουτέστι, μὴ περιτραπῇς, μὴ σκανδαλισθῇς, καὶ τότε ἕξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα, οὐκ ἐγκαταλιμπάνοντα, οὐκ ἀφιέντα. Ὥστε παρ' ἡμῖν αἱ ἀρχαὶ, καὶ τούτου ἡμεῖς κύριοι. Ἐπειδὴ δὲ κύριοι, ὅταν βουλώμεθά τινος ἐπιτυγχάνειν, δεῖ καὶ ἡμᾶς τὰ παρ' ἑαυτῶν εἰσφέρειν οὕτω γὰρ καὶ ὁ Θεὸς βούλεται, μικρὰ μὲν ὄντα καὶ εὐτελῆ, δεῖ δὲ ὅμως εἰσφέρειν, οὐκ ἀργοῦντας, οὐδὲ ὑπνοῦντας καὶ ῥέγχοντας, οὐδὲ ἀναπεπτωκότας, ἀλλ' ἐνεργοῦντας, καὶ σπουδάζοντας διασώσειν. ∆ιὰ τοῦτο καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐμισθώσατο. Καίτοι τί τοσοῦτον ἔμελλον ποιεῖν περὶ ἑνδεκάτην ὥραν; Ἀλλ' ἵνα ἀφορμὴν ἔχῃ τὴν ἐργασίαν, ἵνα πρόφασιν τῶν στεφάνων. ∆ιό φησι· Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, καὶ οὐ νυστάξει ὁ φυλάσσων σε. Ἐὰν τὰ παρὰ σοῦ παράσχῃς, καὶ τὰ ἐκείνου ἕψεται. Ἐκ τούτου καὶ τοιοῦτό τι δείκνυται, ὅτι καὶ τὰ παρ' ἡμῶν ἂν εἰσφέρωμεν, ὅμως καὶ οὕτω τῆς παρ' αὐτοῦ δεόμεθα ῥοπῆς, ἵν' ἐν ἀσφαλείᾳ ὦμεν, ἵνα ἀπερίτρεπτοι μένωμεν. βʹ. Τίς δὲ δίδωσιν εἰς σάλον τὸν πόδα; Ὁ πράγμασιν ἐπιβαίνων ὀλισθηροῖς καὶ οὐκ ἔχουσιν ἰσχυρὰν βάσιν, οἷός ἐστιν ὁ τῶν χρημάτων ἔρως, οἷος ὁ τῶν βιωτικῶν πόθος. ∆ιὰ τοῦτο συνεχῶς περιτρέπονται καὶ καταπίπτουσι, καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπι 55.346 κρεμῶσιν ἑαυτοῖς κίνδυνον. Οὐ γάρ ἐστιν ἐκεῖνά ποτε ἀσάλευτα, οὐδέ ποτέ ἐστιν ἀκίνητα, ἀλλ' ἀεὶ μεταβάλλεται, καὶ μεθίσταται, καὶ τῶν κυμάτων μᾶλλον ταράττεται, καὶ τῶν ποταμίων ῥευμάτων ταχύτερον διαβαίνει, καὶ ψάμμου πάσης ἐστὶν ἀσθενέστερα καὶ διαῤῥεῖ. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Ἂν οὕτω διακείμενος ᾖς, φησὶν, Οὐ νυστάξει, οὐδὲ ὑπνώσει, τουτέστιν, οὐκ ἐγκαταλείψει, οὐ προήσεται, οὐκ ἀφήσει γυμνὸν καὶ ἔρημον. Τοῦτο αἰνίξασθαι θέλων, ἀλλ' οὐχ ἁπλῶς, τέθεικεν, Ὁ φυλάσσων τὸν Ἰσραήλ. Ὃ δὲ λέγει,τοῦτό ἐστιν· Εἰ τοῦτο ἔργον αὐτοῦ διηνεκὲς, τὸ ἄνωθεν καὶ ἐκ προγόνων τῶν σῶν ἐν ἀσφαλείᾳ σε καθιστᾷν, οὐ προήσεται τὸ ἔργον τὸ αὑτοῦ, καὶ ὃ σύνηθες αὐτῷ πράττειν οὐκ ἐγκαταλείψει, ἐὰν μὴ σὺ δώῃς εἰς σάλον τὸν πόδα σου. Καὶ οὐ μόνον οὐκ ἐγκαταλείψει, ἀλλὰ καὶ προστήσεται μετὰ πολλῆς τῆς ἀσφαλείας. ∆ιὸ καὶ ἐπήγαγε λέγων· Κύριος φυλάξει σε· Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. Ἕτερος, Παρὰ τὴν χεῖρα τὴν δεξιάν σου. Παραστάτης, φησὶν, ἔσται σου, σύμμαχος, βοηθός. Ὁρᾷς πῶς καὶ ἐνταῦθα βούλεταί σε ἐνεργὸν εἶναι; Ἀπὸ μεταφορᾶς δὲ τῶν ἐν παρατάξει ἑστώτων, παρὰ τὴν χεῖρά σου στήσεται τὴν δεξιὰν, ὥστε ἀχείρωτον εἶναι, ὥστε ἐνεργὸν, ὥστε ἰσχυρὸν, ὥστε δυνάστην, ὥστε τρόπαιον ἱστᾷν, ὥστε τὴν νίκην αἴρεσθαι, ἐπειδὴ μάλιστα αὕτη ἐστὶ, δι' ἧς ἅπαντα ἐνεργοῦμεν. Οὐκ ἔσται δέ σοι παραστάτης μόνον, οὐδὲ σύμμαχος, ἀλλὰ καὶ σκέπη. Πάλιν λέγω· διὰ τῶν παρ' ἡμῖν πραγμάτων τοῦ Θεοῦ τὰς βοηθείας χαρακτηρίζει, τὴν ὁλόκληρον αὐτοῦ φυλακὴν καὶ τὴν ἐγγυτάτην συμμαχίαν διὰ τῆς δεξιᾶς καὶ τῆς σκέπης παρίστησιν. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Καὶ τοῦτο γέγονεν ἡνίκα ἐξ Αἰγύπτου ἐπανῄεσαν, καὶ ἐν τῇ ἐρήμῳ διέτριβον. Ἐνταῦθα δὲ τὴν πολλὴν ἄδειαν λέγει. Εἰκὸς δὲ καὶ τότε ἐπανιόντας τοιαύτης τινὸς ἀπολαῦσαι παραδοξοποιίας ἑτέρῳ τινὶ τρόπῳ. Ἐκ περιουσίας τοίνυν αὐτοῦ τὴν