280
τὴν ἀσέβειαν φερομένην. Ὅπερ οὖν καὶ αὐτὸς δηλῶν ἔλεγε· Φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τί ἐστι, Μαρτύριον τῷ Ἰσραήλ; Μαρτυρία μεγίστη, ἔλεγχος, ἀπόδειξις τῆς τοῦ Θεοῦ προνοίας, τὸ μηδεμίαν αὐτοῖς καταλιμπάνεσθαι ἀπολογίαν ἀποσκιρτῶσιν, ἀποπηδῶσι, καὶ πρὸς τὰ εἴδωλα αὐτομολοῦσι. Τῆς γὰρ αὐτοῦ προνοίας, τῆς δυνάμεως, τῆς σοφίας τοῦτο μέγιστον τεκμήριον ἦν. Καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀνεγινώσκετο, τῶν παλαιῶν κατορθωμάτων διηγήματα καὶ ἱστορίας ἔχων. Ἐκεῖ καὶ εἰς ἀγάπην συνεσφίγγοντο ἀλλήλοις ἐπιμιγνύμενοι. Καὶ γὰρ τῶν ἑορτῶν αἱ ὑποθέσεις τῆς πρὸς ἀλλήλους ἐπιμιξίας ἀφορμὴ καὶ ὑπόθεσις αὐτοῖς ἐγίνοντο, καὶ πλείων ὁ φόβος, καὶ ἀκμάζουσα ἡ εὐλάβεια, καὶ μυρία κατεσκευάζετο καλὰ ἐκ τοῦ συνεῖναι εἰς τὴν πόλιν αὐτούς. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Τουτέστι, τοῦ εὐχαριστῆσαι, τοῦ λατρεῦσαι, τοῦ εὔξασθαι, τοῦ προσενεγκεῖν, τοῦ θῦσαι, ἅπερ αὐτοὺς εἰς εὐλάβειαν ἐνῆγε, καὶ τὴν τῆς πολιτείας ἀκρίβειαν ἀσφαλεστέραν καθίστη. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον ∆αυΐδ. Ἰδοὺ καὶ ἕτερον λέγει τῆς πόλεως προτέρημα. Ποῖον δὴ τοῦτο; Ὅτι αὐτόθι τὰ βασίλεια. Τοῦτο γάρ ἐστιν, Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον ∆αυΐδ. Ἕτερος, Τοῦ οἴκου ∆αυΐδ. Ἡ γὰρ διπλῆἀρχὴ, ἥ τε τῶν ἱερέων, ἥ τε τῶν βασιλέων, ἐκεῖ τὸ ἓν ζεῦγμα εἶχεν, ὥσπερ διπλῷ τινι στεφάνῳ καὶ διαδήματι τῆς πόλεως καλλωπιζομένης διὰ τούτων ἁπάντων. Αὐτόθι οἱ κριταὶ, ἐφ' οὓς καὶ τὰ ὑπερβαίνοντα τοὺς πολλοὺς ἀνεφέρετο. Εἰ γάρ τις ἐγένετο ψῆφος ἐν ταῖς ἄλλαις πόλεσιν ἀπορίαν τινὰ ἔχουσα, ὥσπερ ἐν ταῖς ἐφέσεσιν, ἐπὶ τὴν τῶν κριτῶν τῶν ἐν Ἱεροσολύμοις γνῶσιν τὴν ψῆφον ἀνέφερον, κἀκεῖθεν ἡ λύσις ἐγίνετο. Ἀλλὰ τὰ μὲν παλαιὰ τοιαῦτα· τὰ δὲ νῦν πολλῷ τούτων ἀνιαρότερα. Καὶ γὰρ ἐρημία παντελὴς, καὶ κατασκαφὴ, καὶ πυρπόλησις, ὀλίγα λείψανα τῶν οἰκοδομημάτων ὄντα, κατηφὲς τὸ σχῆμα, καὶ ὑπόμνημα μόνον ἔχον τῆς προτέρας εὐημερίας, καὶ αἴνιγμα. ∆ιὰ δὴ τοῦτο οὐ κατακλείει εἰς τὰ σκυθρωπὰ τὸν λόγον, ἀλλ' ἐπὶ τὴν ἐλπίδα τῶν φαιδροτέρων ἐπανάγει λέγων· Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Τί ἐστιν, Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ; Ἀντὶ τοῦ, Ἀξιώσατε, παρακαλέσατε. Ἕτερος δέ φησιν, Ἀσπάσασθε τὴν Ἱερουσαλήμ. Τουτέστι, ∆εήθητε, ὥστε αὐτὴν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐημερίαν, ὥστε ἀπαλλαγῆναι τῶν πυκνῶν πολέμων, ὥστε ἀδείας ἀπολαῦσαι λοιπόν. Ἢ τοῦτο τοίνυν λέγει, ἢ προφητεύει. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Τουτέστιν, εἰρήνη αὐτὴν καταλήψεται. Καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε. Ἕτερος, Ἠρεμήσουσιν. Ἄλλος, Εὐπαθήσαιεν ἀγαπῶντές σε. Ἐνταῦθα 55.350 πολλὴ ἡ περιουσία τῆς εὐπραγίας, ὅταν μὴ μέχρις αὐτῆς ἱστῆται τὰ ἀγαθὰ, ἀλλὰ καὶ οἱ φιλοῦντες αὐτὴν τούτων ἀπολαύωσιν· ὅπερ ἐν τοῖς ἔμπροσθεν χρόνοις τὸ ἐναντίον ἐγίνετο. Οἱ γὰρ μισοῦντες αὐτὴν καὶ πολεμοῦντες, οὗτοι μάλιστα ἴσχυον, καὶ δυνατώτεροι τῶν ἄλλων ἦσαν, καὶ λαμπρότεροι, καὶ μετ' εὐκολίας τὰ τρόπαια ἵστων. Ἀλλ' οἱ φιλοῦντές σε νῦν, ἐν πολλῇ ἔσονται τῇ ἀδείᾳ. Οἱ συμπεφραγμένοι σου. Τούτους δὲ ἢ τοὺς μέλλοντας συμπράττειν λέγει, ἢ καὶ αὐτοὺς τοὺς πολίτας. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου. Ἕτερος, Ἐν τῷ προτειχίσματί σου. Ἄλλος, Ἐν τῷ περιβόλῳ σου. Τί ἐστιν, Ἐν τῇδυνάμει σου; Ἐν τῇ ὑποστάσει σου, ἐν τοῖς οἰκοῦσί σε, ἐν τῇ εὐθηνίᾳ σου. Ἐπειδὴ γὰρ φθοροποιὸν ὁ πόλεμος, καὶ τοῦτο αὐτὴν ἀπώλεσεν, ἐπεύχεται αὐτῇ εἰρήνην. Καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕτερος, Ἐν τοῖς βασιλείοις σου. Ἄλλος, Εὐπάθεια. Ἄλλος, Ἠρεμία. Οὐ γὰρ δὴ μόνον αὐτοῖς ἀπαλλαγὴν κακῶν προφητεύει, ἀλλὰ καὶ προσθήκην μυρίων ἀγαθῶν, εἰρήνην, εὐπορίαν, εὐετηρίαν. Τί γὰρ ὄφελος εἰρήνης, ὅταν πενίᾳ, καὶ πτωχείᾳ, καὶ λιμῷ συζῶσι; τί δὲ ὄφελος εὐθηνίας, ὅταν πόλεμος ἐπίκειται; ∆ιὰ δὴ τοῦτο ἀμφότερα αὐτοῖς ταῦτα προφητεύει τὰ καλὰ, ὡς καὶ ἐν εὐθηνίᾳ εἶναι, καὶ