281
ταύτην ἔχειν ἐν ἀσφαλείᾳ διὰ τῆς εἰρήνης. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου. Ἢ τοὺς ἐκ γειτόνων φησὶ, τοὺς ἐφησθέντας αὐτοῖς ἐπταικόσι, καὶ εὔχεται γενέσθαι εἰρήνην, ὥστε κἀκείνους ταπεινωθῆναι καὶ γνῶναι τοῦ Θεοῦ τὴν ἰσχύν· ἢ ἀδελφοὺς τοὺς τὴν πόλιν οἰκοῦντας καλεῖ. Ἕνεκα τοίνυν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου γενέσθω εἰρήνη, ὥστε ὀψὲ γοῦν ποτε ἀναπνεῦσαι, βελτίους ἀπὸ τῶν συμφορῶν γενομένους. Ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. Ἄλλος, Λαλήσω εἰρήνην ἐν σοί. Ἐπειδὴ εἶπεν, Ἕνεκεν τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, δεικνὺς ὅτι οὐ διὰ τὴν ἀξίαν τὴν ἐκείνων, ἀλλ' ἵνα αὐτοὺς μᾶλλον εὐεργετήσῃ τοῦτο εὔχεται, ἐπήγαγεν· Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν τουτέστι, διὰ τὴν δόξαν τὴν αὐτοῦ εὔχομαι τὴν εἰρήνην, ὥστε πάλιν αὐτοῦ τὴν λατρείαν ἐπανελθεῖν, καὶ πλείονα γενέσθαι διδασκαλίαν. Οἱ μὲν γὰρ ἐπὶ τῆς αἰχμαλωσίας ἐτέχθησαν, οἱ δὲ μάρτυρες καὶ τῆς καθόδου καὶ τῆς ἐπανόδου γεγόνασι. Καὶ τῆς λατρείας ἐπιτελουμένης, ἅπαντα ταῦτα παρὰ τῶν πρεσβυτέρων ἐμάνθανον, τὴν παλαιὰν εὐπραγίαν, τὴν εὐημερίαν, ὅτι ἐν τούτοις ὄντες ἐξέπεσον. Ὁρᾷς πῶς αὐτῶν καταστέλλει τὴν ἀπόνοιαν, ἵνα μὴ ὡς ἀξίαν δεδωκότες δίκην, νομίζωσιν ἀπειληφέναι τὰ ἀγαθὰ, ἀλλὰ μάθωσιν, ὅτι διὰ τὴν τοῦ Θεοῦ δόξαν πρὸς τὴν οἰκείαν ἐπανῆλθον πατρίδα, καὶ μαθόντες μένωσι μετὰ ἀσφαλείας πολλῆς, καὶ μὴ ἁμαρτάνοντες πάλιν τῶν αὐτῶν λάβωσι πεῖραν; Ταῦτ' οὖν εἰδότες καὶ ἡμεῖς μάλιστα μὲν μὴ πταίωμεν· εἰ δ' ἄρα ποτὲ περιπέσωμεν ἁμαρτήμασι, σπουδάζωμεν ἀνίστασθαι ταχέως, καὶ μὴ παλινδρομεῖν εἰς τὰ πρότερα, ἵνα μὴ τὰ τοῦ παραλύτου ἀκούσωμεν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. ∆ιὰ γὰρ τοῦτο οὕτως εἶπε, τούς τε ἐν ἀρετῇ ὄντας παιδεύων διατηρεῖν 55.351 αὐτὴν μετὰ ἀσφαλείας, τούς τε ἁμαρτημάτων ἀπαλλαττομένους πρὸς τὴν ἀρίστην μένειν μεταβολὴν, ὥστε κοινῇ πάντας τῶν ἐπουρανίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΚΒʹ ΨΑΛΜΟΝ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοι κοῦντα ἐν τῷ οὐρανῷ. Ὁρᾷς πανταχοῦ τῆς αἰχμαλωσίας τὸ κέρδος διαλάμπον. Οἱ γὰρ τοῖς βιωτικοῖς ἀεὶ προσηλωμένοι, καὶ Ἀσσυρίοις καὶ Αἰγυπτίοις θαῤῥοῦντες, καὶ περιβολῇ τειχῶν, καὶ πλήθει χρημάτων, πάντων ἐκείνων ἀποῤῥήξαντες ἑαυτοὺς, ἐπὶ τὴν ἄμαχον καταφεύγουσι χεῖρα, καὶ τῆς ἐλπίδος ἐκείνης ἐκκρέμανται, καὶ ὑψηλὴν κτῶνται διάνοιαν, καὶ τῆς γῆς ἀπαλλαγέντες, καὶ τοῦ περὶ ναὸν ἠσχολῆσθαι, ἐπειδὴ κατέστρεψαν αὐτῶν τὸν ναὸν, ἀπὸ τοῦ οὐρανοῦ καλοῦσι λοιπὸν τὸν Θεόν. Οἰκεῖν δὲ ἐν οὐρανῷ λέγεται, οὐχ ὡς τόπῳ περικλειόμενος, ἄπαγε· πάντα γὰρ αὐτὸς πληροῖ· ἀλλ' ὡς ταῖς ἐκεῖ δυνάμεσιν ἐπαναπαυόμενος μᾶλλον· ἐπεὶ καὶ ἐν ἀνθρώποις ἐνοικεῖν λέγεται· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Γενόμενοι τοίνυν ἐν τῇ βαρβάρων χώρᾳ, οὐ μικρὰ δόγματα ἐπαιδεύθησαν· τό τε πάντων κεχωρίσθαι τῶν βιωτικῶν, τό τε εἰδέναι σαφῶς, ὅτι πανταχοῦ καλούμενος ὁ Θεὸς ἐπινεύει ῥᾳδίως. Ἐπειδὴ γὰρ ἔμελλε τῆς καινῆς λοιπὸν πολιτείας ἡ ἀκτὶς ἀνίσχειν, ἄρχεται τὰ μέλλοντα προανακρούεσθαι ὁ Προφήτης, τὴν τῶν τόπων παρατήρησιν παραλύων ἠρέμα πως καὶ δι' αἰνιγμάτων· Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν· ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας