282
τῆς κυρίας αὐτῆς· οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς. Ὅρα ἐπίτασιν εὐλαβείας ἐνταῦθα πάλιν· οὐ γὰρ πρὸς βραχὺ μόνον ἐλπίζουσιν, ἀλλὰ διηνεκῶς προσηλωμένοι καὶ κεχηνότες. ∆ιὰ δὴ τοῦτο καὶ τὸ παράδειγμα εἰς μέσον ἤγαγον, τοῦτό τε αὐτὸ αἰνιττόμενοι, ὅτι οὐδαμόθεν αὐτοῖς ἄλλοθεν ἐλπὶς βοηθείας, οὐδὲ συμμαχίας, οὐδὲ πρὸς οὐδὲν ἕτερον βλέπουσιν, ἐπεὶ καὶ ἡ παιδίσκη καὶ ὁ οἰκέτης μίαν ταύτην ἀφορμὴν ἔχουσι καὶ διατροφῆς καὶ ἐνδυμάτων, καὶ τῆς ἄλλης διαγωγῆς, τὸ πρὸς τοὺς κυρίους βλέπειν· καὶ οὐκ ἀφίσταται, ἀλλ' ἕως ἂν λάβῃ παραμένει, κἂν λάβῃ, χάριν οἶδε· καὶ διηνεκῶς τοῦτο ἔργον αὐτοῖς. Τοῦτο τοίνυν θέλων δηλῶσαι, ὅτι καὶ πρὸς αὐτὸν ὁρῶσι, καὶ διηνεκῶς τοῦτο ποιοῦσι, καὶ οὐδεμίαν ἔχουσιν ἑτέραν ἐλπίδα, καὶ ὅτι προσήλωνται τῇ προσδοκίᾳ τῇ ἀπὸ τῆς συμμαχίας ἐκείνης, καὶ ὅτι τὰ αὐτῶν πάντα αὐτοῦ, τῆς παιδίσκης καὶ τῶν δούλων ἐμνημόνευσεν. Ὅρα πῶς οἱ πρότερον παρακαλούμενοι πρὸς Θεὸν τρέχειν, καὶ ναυτιῶντες καὶ ἀναπίπτοντες, οὗτοι νῦν οὕτως ἐγένοντο τῇ συμφορᾷ βελτίους, ὡς μὴ βούλεσθαι ἀποστῆναι αὐτοῦ, ἀλλὰ παραμένειν καὶ δουλεύειν, καὶ τὰ παρ' αὐτοῦ ζητεῖν, Ἕως οἰκτειρήσαι ἡμᾶς. Οὐκ εἶπεν, ἕως ἂν ἀποδῷ τὸν μισθὸν, οὐδὲ, ἕως ἂν ἀποδῷ τὴν ἀμοιβὴν, ἀλλ', Ἕως ἂν ἐλεήσῃ. Καὶ σὺ τοίνυν παράμενε διηνεκῶς, ἄνθρωπε, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς· κἂν μὴ λάβῃς, μὴ ἀποστῇς, καὶ πάντως λήψῃ. Εἰ γὰρ τὸν ἄρχοντα ἐκεῖνον τὸν ὠμὸν προσεδρεία χήρας ἐπέκαμψε, τίνα ἂν ἔχῃς 55.352 συγγνώμην σὺ οὕτω ταχέως ἀποπηδῶν, καὶ ἀκηδιῶν. καὶ ναρκῶν; Οὐχ ὁρᾷς πῶς αἱ παιδίσκαι τῶν κυρίων ἐκκρέμανται, οὐ διάνοιαν, οὐκ ὄμμα ἀφιεῖσαι ἔξω πλανᾶσθαι; Οὕτω καὶ σὺ ποίει· ἕπου τῷ Θεῷ μόνον, καὶ πάντα ἀφεὶς τὰ ἄλλα, τῶν ἐκείνου γίνου, καὶ λήψῃ πάντως ἅπερ ἂν αἰτῇς συμφερόντως. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπιπολὺ ἐπλήσθημεν ἐξουδενώσεως. Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Εἶδες συντετριμμένην διάνοιαν; Ἀπὸ ἐλέους σωθῆναι ἀξιοῦσι· καὶ οὐδὲ ἀπὸ ἐλέους, κατὰ τὴν ἀξίαν· ἀλλ' ὅτι πολλὴν ἔδοσαν δίκην, καθάπερ καὶ ὁ ∆ανιήλ φησιν, ὅτι Ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη ἐπὶ τῆς γῆς· τοῦτο δὴ καὶ οὗτοι λέγοντες δι' ὧν ἱκετεύουσι· Τὴν ἐσχάτην ὑπεμείναμεν τραγῳδίαν· πατρίδος ἐξεπέσομεν, ἐλευθερίας· βαρβάρων ἐγενόμεθα δοῦλοι, ὀνειδιζόμενοι διετελέσαμεν, λιμῷ καὶ ταλαιπωρίᾳ καὶ δίψῃ κατειργάσθημεν, διαπτυόμενοι, καταπατούμενοι πάντα τὸν χρόνον ἀνηλώσαμεν· διὰ δὴ ταῦτα ἄνες ἡμῖν καὶ ἐλέησον. Τί δέ ἐστιν, Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν; Καὶ αὐτὴ, φησὶν, ἐξελύθη ἡμῶν ἡ ψυχὴ, ἐταριχεύθη τῷ μεγέθει τῶν κακῶν. Ἔστι γὰρ πολλοὺς πάσχειν μὲν δεινὰ, φέρειν δὲ γενναίως. Ἀλλ' ἡμεῖς, φησὶ, καὶ τοῦτο ἀπωλέσαμεν, ἀλύομεν ταλαιπωρούμενοι, κοπτόμεθα. Ἐπειδὴ γὰρ δεόντως ταῖς τιμαῖς οὐκ ἐχρήσαντο, τοῖς ἐναντίοις αὐτοὺς ὁ Θεὸς διορθοῦται, καὶ τοῦτο αὐτὸν πανταχοῦ ἔστι ποιοῦντα ἰδεῖν. Οὕτω καὶ τὸν Ἀδὰμ, ἐπειδὴ τῇ οἰκήσει τοῦ παραδείσου οὐκ ἐχρήσατο πρὸς τὸ συμφέρον, τῇ ἐκβολῇ αὐτὸν διώρθωσε· καὶ τὴν γυναῖκα τῇ ὁμοτιμίᾳ γενομένην φαυλοτέραν, τῇ δουλείᾳ καὶ τῇ ὑποταγῇ βελτίω κατέστησε. Καὶ τούτους δὲ αὐτοὺς τοὺς Ἰουδαίους τῇ ἐλευθερίᾳ καὶ τῇ ἐπὶ τῆς οἰκείας ἀδείᾳ χείρους γεγενημένους, καὶ ἀποσκιρτήσαντας, καὶ ἐκδιαιτηθέντας, τοῖς ἐναντίοις διορθοῦται. Οὗτοι καὶ ἐλέους τυχεῖν ἱκετεύοντες, πρὸς τὸν Θεὸν λέγουσιν· Ἐπιπλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις. Ἕτερος, Πολλῶν ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, ἐξευτελιζόντων τῶν ὑπερηφάνων. Ἄλλος, Τοῦ μυκτηρισμοῦ τῶν ὑπερφερῶν. Ἄλλος, Ἐξουδενώσεως αὐτῶν εὐθηνούντων. Οὗτοι μὲν οὖν τοῦ αὐτοῦ ἔχονται νοήματος· τραγῳδοῦσι γὰρ τὴν ταλαιπωρίαν διὰ τοῦ λέγειν, ὅτι Ἐχορτάσθη ἡ ψυχὴ ἡμῶν τῶν ἐξευτελιζόντων· οἱ δὲ Ἑβδομήκοντα ἕτερόν φασιν, ὅτι