283
Μετασταίη ταῦτα εἰς ἐκείνους, καὶ τῶν αὐτῶν ἀπολαύσαιεν ὧν ἐποίησαν, καὶ καταχθείη τὸ φύσημα αὐτῶν, καὶ ἡ φλεγμονή. Ὃ δὴ καὶ γινόμενον πολλάκις ἴδοι τις ἄν· καὶ γὰρ συνεχῶς αὐτὸ ποιεῖν ὁ Θεὸς εἴωθε, τοὺς μεγάλα φυσῶντας καταστέλλων, καὶ τοὺς φλεγμαίνοντας ταπεινῶν· ὥστε αὐτοὺς ἀπαλλαγῆναι τῆς ἐπὶ τὴν κακίαν φερούσης ὁδοῦ. Οὐδὲν γὰρ ὑπερηφανίας χεῖρον. ∆ιὰ τοῦτο πειρασμοὶ καὶ θλίψεις, καὶ σῶμα θνητὸν, καὶ αἱ πολλαὶ τῶν πραγμάτων περιστάσεις· διὰ τοῦτο πάθη καὶ νοσήματα, ἵνα μυρίοι χαλινοὶ περίκεινται τῇ ψυχῇ ῥᾳδίως ἐπαιρομένῃ, καὶ πρὸς ὄγκον ὑψουμένῃ. Μὴ τοίνυν θορυβοῦ πειραζόμενος, 55.353 ἀγαπητὲ, ἀλλ' ἀναμνησθεὶς τοῦ Προφήτου τοῦ λέγοντος, Ἀγαθόν μοι, ὅτι ἐταπείνωσας με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου, πρὸς φάρμακον δέχου τὴν συμφορὰν, καὶ εἰς δέον κέχρησο τῷ πειρασμῷ, καὶ δυνήσῃ πλείονος τυχεῖν ἀνέσεως· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΚΓʹ ΨΑΛΜΟΝ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν.
αʹ. Ὃ πολλάκις εἶπον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι μέγας ὁ ἀπὸ τῆς αἰχμαλωσίας καρπὸς, καὶ ἱκανὸς πρὸς φιλοσοφίαν ἐναγαγεῖν τοὺς προσέχοντας. Ἴδε γὰρ οἱ πρὸς εἴδωλα τρέχοντες, καὶ τοῦ Θεοῦ καταφρονοῦντες, καὶ πρὸς ἀσέβειαν ἐξοκείλαντες, τί λέγουσι νῦν μετὰ τὴν αἰχμαλωσίαν, καὶ πῶς τὴν ἑαυτῶν σωτηρίαν ἀνατιθέασι τῷ Θεῷ; Καὶ ὁ Προφήτης δὲ καθάπερ χοροστάτης ἄριστος τὰ αὐτὰ συνεχῶς αὐτοῖς παρακελεύεται λέγειν. Μετὰ γοῦν τὸ πρῶτος εἰπεῖν, καὶ ἐκείνοις παρεγγυᾷ ὥσπερ μαθηταῖς διδάσκαλος λέγειν· Εἰπάτω δὴ Ἰσραὴλ, Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Καὶ γὰρ ἦσαν ἄοπλοι καὶ γυμνοὶ, καὶ αἰχμάλωτοι καὶ δοῦλοι, καὶ ἄρτι τῶν κακῶν ἀπηλλαγμένοι, καὶ πόλιν ἀτείχιστον ἔχοντες, μᾶλλον δὲ οὐδὲ πόλιν, καὶ πᾶσι μετὰ τὴν ἐπάνοδον προέκειντο θήρα ἕτοιμος· ἀλλ' ἀντὶ τείχους καὶ πύργου ὁ Θεὸς αὐτοῖς γέγονε. Τοῦτο καὶ ἡμεῖς νῦν λέγωμεν· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Τί γὰρ ἂν οὐκ ἐποίησεν ὁ ἐχθρὸς ἡμῶν διάβολος, εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν; Ἄκουσον τῷ Σίμωνι τί φησιν ὁ Χριστός· Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον, καὶ ἐγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου; Πονηρὸν γὰρ τὸ θηρίον καὶ ἀκόρεστον, καὶ εἰ μὴ συνεχῶς ἐχαλινοῦτο, πάντα ἂν ἀνέτρεψε καὶ συνέχεεν. Εἰ γὰρ ἐπὶ τοῦ μακαρίου Ἰὼβ μικράν τινα λαβὼν ἐπιτροπὴν, πρόῤῥιζον αὐτοῦ τὴν οἰκίαν ἀνέσπασε, τὸ σῶμα αὐτοῦ διελωβήσατο, τοσαύτην τραγῳδίαν εἰργάσατο, τὴν οὐσίαν διέφθειρε, τοὺς παῖδας κατέχωσε, τὴν σάρκα σκώληκας ἐπιζέσαι ἐποίησε, τὴν γυναῖκα ἐπέστησε, τοὺς φίλους, τοὺς ἐχθροὺς, τοὺς οἰκέτας τοιαῦτα εἰπεῖν παρεσκεύασεν, εἰ μὴ μυρίοις κατείχετο χαλινοῖς, πῶς οὐκ ἂν ἅπαντας ἐλυμήνατο; ∆ιὰ τοῦτο καὶ οὗτος λέγει· Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν. Καὶ γὰρ σφόδρα ὀλίγοι ἦσαν, καὶ εὐτελεῖς, καὶ πολλοὶ αὐτοῖς ἐνεπέθεντο ἐπανελθοῦσι. Κἀν τούτῳ δὲ τοῦ Θεοῦ ἡ σοφία ἐδείκνυτο, τῷ μὴ ἀθρόον αὐτοῖς δοῦναι τὴν ἀσφάλειαν, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν. Τοῦτο δὲ ἐποίει τηρῶν αὐτοὺς ἐν τῇ θεογνωσίᾳ, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας προσγινομένην αὐτοῖς διόρθωσιν οὐκ ἀφεὶς διαῤῥυῆναι. Ἐπειδὴ γὰρ εἴωθεν ἡ τῶν κακῶν ἀπαλλαγὴ ῥᾳθυμοτέρους ποιεῖν, καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν ἀφίησιν αὐτοὺς συνεχῶς πειράζεσθαι, ἵν' ἔχωσι διηνεκῆ γυμνασίαν φιλοσοφίας τοὺς πειρασμούς. ∆ιά τοι τοῦτο