284
οὔτε ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ ῥᾳθυμότεροι γένωνται, ἀλλὰ ταῖς ἐναλλαγαῖς ποικίλλει τὴν σωτη 55.354 ρίαν αὐτῶν. Ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Εἶδες πῶς παρίστησι τὸ θηριῶδες τῶν ἐπιόντων; Καὶ γὰρ εἰσὶν καὶ ἄνθρωποι τοιοῦτοι, θηρίων ὠμότητα ἐπιδεικνύμενοι, μᾶλλον δὲ καὶ ἐκείνων χαλεπώτερον τοῖς ὁμοφύλοις κεχρημένοι. Τὸ μὲν γὰρ θηρίον ἅπαξ ἐμπεσὸν τὸν θυμὸν ἀφῆκε, καὶ ἀνεχώρησεν, ἢ διακρουσθὲν οὐκ ἔτι ἐπῆλθεν· ἄνθρωποι δὲ πολλάκις ἀποτυχόντες, πολλάκις ἐπιτίθενται, αὐτῶν ἐπιθυμοῦντες ἀπογεύσασθαι τῶν σαρκῶν. Τοιοῦτον ὁ θυμὸς, λογισμὸν οὐκ ἔχων· οὕτω ζεῖ τὸ πάθος καὶ ἀνακαχλάζει. Πῶς οὖν ἂν σβεσθείη τὸ νόσημα; Ἂν τὰ καθ' ἑαυτοὺς λογισώμεθα, εἰ θάνατον ἐννοήσωμεν καὶ τοὺς καθ' ἑκάστην ἀπιόντας ἡμέραν, εἰ τὴν φύσιν αὐτὴν διασκεψώμεθα, ὅτι γῆ καὶ σποδός ἐσμεν. Εἰ δὲ τὸ κάλλος τῆς ὄψεως ἔτι ἀπατᾷ σου τὴν διάνοιαν, βάδισον πρὸς τὰ μνήματα καὶ τὰς θήκας τῶν πατέρων, καὶ ἴδε τοὺς κειμένους, πῶς εἰσιν εἰς χοῦν διαλελυμένοι, καὶ πολλὴν ἐκ τῆς ὄψεως ἀφορμὴν εἰς τὸ συστέλλεσθαι δέξῃ. Ἀλλὰ μὴ καταγνῷς βαρύτητα τοῦ λόγου. Καθάπερ γὰρ οἱ πυρέττοντες, ἐπειδὰν ἀπαλλαγῶσι τῶν νοσημάτων, ἀέρος δέονται καθαροῦ· οὕτω δὴ καὶ οἱ μαινόμενοι τοῖς πάθεσιν, ἂν εἰς τὰ μνήματα παραγένωνται, ὥσπερ ὑγιεινοῦ τινος χωρίου ἐπιλαβόμενοι, πολλὰ τῶν νοσημάτων ἐξορίζουσι. Καὶ γὰρ ἀρκεῖ τῆς λάρνακος ἡ ὄψις καὶ τὸν σφόδρα ἀπονενοημένον κατενεγκεῖν. Ἀπὸ τούτων παράπεμψον τὴν διάνοιαν εἰς τὴν μέλλουσαν ἡμέραν τὴν φοβερὰν, εἰς τὰ βασανιστήρια ἐκεῖνα καὶ τὰς εὐθύνας, εἰς τὰς κολάσεις τὰς οὐκ ἐχούσας παραμυθίαν, ἔνθα οὐδείς σοι παραστήσεται· τούτοις πᾶσι κατέπᾳδε τὰ πάθη. Σκόπει δὲ καὶ τῶν ἀνθρώπων τοὺς ἐν τῷ παρόντι βίῳ ἀπὸ πλούτου πρὸς πενίαν μεταπίπτοντας, ἀπὸ δόξης εἰς ἀτιμίαν· καὶ εἰ βούλει ὀργίζεσθαι, μὴ τῷ συγγενεῖ, ἀλλὰ τῷ πονηρῷ δαίμονι· ἔχεις ἔνθα ἀναλώσεις τὸ πάθος· ἐκείνῳ μηδέποτε καταλλαγῇς, ἐκείνῳ ἀνάλωσον τὴν ὀργὴν καὶ δαπάνησον, ἐκείνῳ στῆσον παγίδα, μηδέποτε ἐμπλησθῇς αὐτῷ πολεμῶν. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ' ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Χείμαῤῥον ἐνταῦθα καὶ ὕδωρ τὴν ἄφατον τῶν πολεμίων λέγει· ὕδωρ γάρ ἐστιν ἀτάκτως φερόμενον, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τῆς βίας παρασῦρον τὸ προστυγχάνον. Οὐ τὴν φορὰν δέ φησιν ἐνταῦθα τῶν κακῶν, ἀλλὰ καὶ τὴν πάροδον. βʹ. Μὴ τοίνυν καταπέσωμεν, ὅταν ἐπίῃ δεινά. Χείμαῤῥός ἐστιν οἷα ἂν ᾖ, νέφος ἐστὶ παρατρέχον. Ὅπερ ἂν εἴπῃς λυπηρὸν, ἔχει τέλος· ὅπερ ἂν εἴπῃς δεινὸν, πρὸς πέρας ἀπαντᾷ. Εἰ γὰρ μὴ τέλος εἶχεν, οὐκ ἂν ἤρκεσεν ἡ φύσις. Ἀλλὰ πολλοὺς παρασύρει, φησίν. Ἀλλ' οὐ παρὰ τὴν οἰκείαν ῥύμην, ἀλλὰ παρὰ τοὺς ῥᾳθύμους, καὶ ῥᾳδίως ὑποσκελιζομένους. Ἵνα οὖν μὴ παρασυρῶμεν, καὶ πρὸς τὰ βαθύτερα αὐτοῦ βαδίζωμεν, διασκεψώμεθα τοὺς τόπους αὐτοῦ, ἐπιλαβώμεθα τῆς ἱερᾶς ἀγκύρας, ὥστε μηδὲν ὑπομεῖναι ναυάγιον. 55.355 Καὶ γὰρ ὁ χειμάῤῥους μέχρι καιροῦ φοβερός ἐστι, καὶ πάλιν ἀμέτρως ταπεινοῦται. Ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Ἕτερος ἑρμηνευτής φησι, Τότε ἂν τὰ ὕδατα παρέκλυσεν ἡμᾶς, ὡς φάραγξ παρελθόντα κατὰ τῆς ψυχῆς ἡμῶν. Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Ἕτερός φησι, Τότε παρῆλθον ὑπὲρ τὴν ψυχὴν ἡμῶν ὡς τὰ ὕδατα ὑπερήφανοι. Εἶδες πόση τοῦ Θεοῦ ἡ συμμαχία; πῶς ἐν τοσούτοις κακοῖς οὐκ ἀφῆκεν αὐτοὺς ὑποβρυχίους γενέσθαι; ∆ιὰ γὰρ τοῦτο ἀφίησιν αὔξεσθαι τὰ δεινὰ οὐχ ἵνα ἡμᾶς καταδύσῃ. ἀλλ' ἵνα δοκιμωτέρους ἐργάσηται, καὶ τῆς αὐτοῦ δυνάμεως μείζονα παράσχηται τὴν ἀπόδειξιν. Ὑπερηφάνους δὲ ἐνταῦθα τοὺς πολεμίους φησὶν, οἳ παντὸς χειμάῤῥου σφοδρότερον καὶ παντὸς ὕδατος ἀφορήτου