285
προσβάλλοντες, οὐδὲν αὐτοὺς παρέβλαψαν. Τὸ δὲ αἴτιον ἡ τοῦ Θεοῦ συμμαχία, ἡ ἄνωθεν ῥοπὴ, ἡ ἀχείρωτος βοήθεια. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς εἰπὼν τὴν ἀπαλλαγὴν τῶν κακῶν, λέγει καὶ τὸν τὴν ἀπαλλαγὴν παρεσχηκότα, καὶ μετὰ εὐφημίας. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Εἶδες πῶς καὶ τὴν οἰκείαν ἀσθένειαν παρίστησι, καὶ τὴν ἐκείνων ἰσχύν; Οἱ μὲν γὰρ ὡς θηρία καὶ λέοντες ἐπῄεσαν, αὐτῶν ἕτοιμοι τῶν σαρκῶν ἀπογεύσασθαι, καὶ τῇ δυνάμει καὶ τῷ θυμῷ καθωπλισμένοι· οἱ δὲ στρουθίου παντὸς ἀσθενέστερον διέκειντο. Τότε γὰρ μάλιστα διαδείκνυται τοῦ Θεοῦ τὰ θαύματα, ὅτε οἱ ἀσθενεῖς τῶν δυνατῶν κρατοῦσιν. Οὐ ταύτῃ δὲ μόνον ἀφόρητος ἦν ἡ ἐπιβουλὴ, ὅτι οἱ μὲν δυνατοὶ καὶ φοβεροὶ, καὶ θυμοῦ πολλοῦ γέμοντες, καὶ παρεσκευασμένοι τῶν σαρκῶν ἀπογεύσασθαι· οἱ δὲ ἀσθενεῖς, καὶ ὀλίγοι, καὶ εὐεπιχείρητοι· ἀλλ' ὅτι καὶ ἐν μέσοις ἀπειλημμένοι τοῖς δεινοῖς, εἰς αὐτὰ ἐμβεβηκότες τὰ δυσχερῆ, πάντοθεν πολέμους ἔχοντες περικειμένους· ἀλλ' ὁ εὔπορος καὶ πανταχόθεν δυνάμενος διασώζειν, καὶ μετὰ τὸ ἐμπεσεῖν εἰς τὰ δεινὰ, μετὰ πολλῆς ἡμᾶς, φησὶν, ἀπήλλαξε τῆς εὐκολίας. Ὅπερ οὖν παραστῆσαι βουλόμενος, οὕτως εἶπεν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Εἶτα δεικνὺς καὶ πῶς, ἐπήγαγεν· Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τὴν δύναμιν τοῦ προστάτου; εἶδες τὴν ἰσχύν; Καὶ αὐτὰς τὰς ἀφορμὰς τῆς ἐπιβουλῆς ἀνεῖλε. Τοῦτό τις καὶ κατὰ ἀναγωγὴν ἂν ἐκλάβοι ἐπὶ τοῦ διαβόλου, καὶ τοῦ γένους τοῦ τῶν ἀνθρώπων. ∆είκνυσι γὰρ πῶς ἐξήρπασε, πῶς ἐξέλυσεν αὐτοῦ τὰς ἐπιβουλάς· τοῦτο γὰρ γέγονεν ἀφ' οὗ πρὸς τοὺς μαθητὰς εἶπε· Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὐκ ἔτι γὰρ ἐξ εὐθείας ἡ μάχη, οὐδὲ ἐξίσης ἡ παράταξις, ἀλλ' ὁ μὲν κεῖται πρηνὴς καταπεπτωκὼς, σὺ δὲ ἕστηκας ὄρθιος, ἄνωθεν βάλλων· ὁ μὲν ἐκνενευρισμένος, σὺ δὲ ἰσχυρός. Πόθεν οὖν νικᾷ πολλάκις; Ἀπὸ τῆς νωθείας τῆς ἡμετέρας, ἀπὸ τῆς ῥᾳθυμίας τῶν καθευδόντων. Ὥστε εἰ βουληθείης ἐναντίον στῆναι, οὐ τολμᾷ παρατάξασθαι. Εἰ δὲ καθεύδοντος περιγίνεται, τοῦτο οὐ τῆς ἐκείνου δυνάμεως, ἀλλὰ τῆς σῆς ὀλιγωρίας. Τίς γὰρ οὐκ ἂν κρατήσειε τοῦ καθεύδοντος, κἂν ἁπάντων ἀσθενέστερος ἦ; Ἐδέθη ὁ ἰσχυ 55.356 ρὸς, τὰ σκεύη αὐτοῦ διηρπάγη, ἡ δύναμις αὐτοῦ κατελύθη, τὸ καταγώγιον ἀνεῤῥάγη, αἱ ῥομφαῖαι αὐτοῦ ἐξέλιπον. Τί πλέον τούτων βούλει; τίνος ἕνεκεν αὐτὸν φοβῇ; τίνος ἕνεκεν δέδοικας. Πατεῖν ἐκελεύσθης τὸν ἐκνενευρισμένον· πόθεν τρέμεις; εἰπέ μοι· πόθεν ἀγωνιᾷς; Οὐκ ἐννοεῖς οἷον ἔχεις βοηθόν; Οὐδὲ γὰρ μόνον ὁ ἐχθρὸς γέγονεν ἀσθενέστερος, ἀλλὰ καὶ ἡ βοήθειά σου μείζων. Τῆς σαρκὸς τὰ σκιρτήματα κατεστάλη, τῆς ἁμαρτίας τὸ φορτίον ἠφανίσθη, Πνεύματος ἔλαβες χάριν, ἀλείμματος δύναμιν. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι. Τὴν σάρκα εὐήνιον ἐποίησεν, ὅπλα σοι ἐχαρίσατο, θώρακα δικαιοσύνης, ζώνην ἀληθείας, κράνος σωτηρίας, ἀσπίδα πίστεως, μάχαιραν Πνεύματος, ἀῤῥαβῶνα δέδωκε, τῷ σώματι αὐτοῦ τρέφει σε, τῷ αἵματι αὐτοῦ ποτίζει σε, σταυρόν σοι ἐνεχείρισεν ὡς δόρυ, δόρυ μηδέποτε καμπτόμενον· ἐκεῖνον ἔδησε, χαμαὶ ἔῤῥιψεν. Ὥστε ἀναπολόγητός σου λοιπὸν ἡ ἧττα, καὶ συγγνώμην οὐκ ἔχεις βαλλόμενος. Μυρίας γὰρ ἔχεις πρὸς τὸ νικᾷν ἀφορμάς. Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὁρᾷς οἷον ἔχεις στρατηγόν; οἷον βασιλέα; τὸν τοῦδε τοῦ παντὸς δημιουργόν;