286
τὸν λόγῳ τοσαῦτα σώματα παρενέγκαντα, τοσοῦτον ὄγκον, τοσοῦτον μέγεθος; Μὴ καταπέσῃς, στῆθι γενναίως· οὐδὲν κωλύει τὸ τρόπαιόν σου στῆναι λαμπρόν. Ταῦτ' οὖν εἰδότες, ἀγαπητοὶ, νήφωμεν, ἀγωνιζώμεθα, μὴ καθεύδωμεν, ἀλλὰ τὰ ὅπλα ἀποσμήξαντες, καὶ τὴν προθυμίαν νευρώσαντες, βάλλωμεν διηνεκῶς τὸν πολέμιον, ἵνα λαμπρὰν τὴν νίκην ἀράμενοι, μετὰ πολλῆς τῆς δόξης ἀπολαύσωμεν τῆς βασιλείας τῶν οὐρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΕΙΣ ΤΟΝ ΡΚ∆ʹ ΨΑΛΜΟΝ. Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.
αʹ. Τί βούλεται τοῦ Σιὼν ἡ προσθήκη; διὰ τί γὰρ οὐκ εἶπεν ἁπλῶς, Ὡς ὄρος, ἀλλὰ τοῦ ὄρους ἐκείνου μέμνηται; Παιδεύων ἡμᾶς μὴ ταπεινοῦσθαι ἐν ταῖς συμφοραῖς, μηδὲ καταποντίζεσθαι, ἀλλὰ τῆς εἰς τὸν Θεὸν ἐλπίδος ἐκκρεμαμένους, πάντα φέρειν γενναίως, καὶ πολέμους, καὶ μάχας, καὶ ταραχάς. Ἐπεὶ καὶ τὸ ὄρος τοῦτό ποτε γενόμενον ἔρημον, καὶ γυμνὸν τῶν ἐνοικούντων, ἐπὶ τὴν προτέραν πάλιν ἐπανῆλθεν εὐημερίαν, τὴν ἀρχαίαν ἀπολαβὸν εὐπραγίαν, τῇ τῶν οἰκείων ἐπανόδῳ, ταῖς τῶν θαυμάτων ἐπιδείξεσιν· οὕτω καὶ ὁ γενναῖος ἀνὴρ κἂν μυρία πάθῃ δεινὰ, οὐ περιτραπήσεται. Μὴ τοίνυν τὸν ἀκίνδυνον 55.357 ζήτει βίον, καὶ ἀπράγμονα, καὶ ἀταλαίπωρον, ἀλλὰ τὸν κινδύνοις μὴ παρασυρόμενον. Οὐ γάρ ἐστιν ἴσον ἐν λιμένι καθήμενον, καὶ πελάγιον σαλεύοντα τὴν τέχνην ἐπιδείκνυσθαι. Ὁ μὲν γὰρ νωθὴς γίνεται, καὶ χαῦνος καὶ ἄτονος· ὁ δὲ, πολλὰς μὲν πέτρας ὑφάλους, πολλὰς δὲ σπιλάδας, πολλὰς δὲ ἀνέμων βίας, καὶ τὰ ἄλλα τὰ ἀπὸ τῆς θαλάττης ὑπομείνας δεινὰ, καὶ ἐν πᾶσι τούτοις διενεγκὼν, ἰσχυροτέραν ἑαυτοῦ καθίστησι τὴν ψυχήν. ∆ιὰ γὰρ τοῦτο εἰς τὸν παρόντα ἐξηνέχθης βίον, οὐχ ἵνα ἀργῇς, οὐδ' ἵνα ἀναπεπτωκὼς ᾖς, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος γένῃ. Μὴ δὴ τὴν ἄνεσιν ζητῶμεν, μηδὲ τὸν τρυφῆς γέμοντα βίον. Οὐ γὰρ ἀνδρὸς γενναίου, ἀλλὰ σκώληκος ἡ ἐπιθυμία, ἀλόγου μᾶλλον ἢ λόγον ἔχοντος. Ἀλλ' εὔχου μὲν μάλιστα μὴ ἐμπεσεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμβαίης. μὴ δυσχέραινε, μὴ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ' ὅπως γένοιο λαμπρότερος, ἅπαντα ποίει. Οὐχ ὁρᾷς τῶν στρατιωτῶν τοὺς ἀνδρειοτάτους πῶς τῆς σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς στεφάνους, πρὸς τοὺς κατωρθωκότας τῶν προγόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος γινόμενος σφοδρότερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος. Οἶδε καὶ τὰ στοιχεῖα τοὺς ὄντως ἀνδρείους αἰδεῖσθαι. Οἶδε καὶ τὰ θηρία τοὺς οὕτω γενναίους δεδοικέναι. Κἂν ὑπὸ λιμοῦ, κἂν ὑπὸ τῆς φύσεως αὐτῆς ἀγριαίνῃ, πάντων ἐπιλανθάνεται, ὅταν ἴδῃ δίκαιον, καὶ κρατεῖ τοῦ πάθους. Τούτοις τοίνυν φράττου τοῖς ὅπλοις, καὶ μηδὲ πῦρ δείσεις, κἂν εἰς οὐρανὸν ἴδῃς τὴν φλόγα ἀναβαίνουσαν. Στρατηγὸν ἔχεις γενναῖον, καὶ πάντα δυνάμενον, καὶ νεύματι μόνῳ λύοντα τὰ δεινά. Πάντα ἐκείνου, καὶ οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ θηρία, καὶ πῦρ· πάντα αὐτῷ ῥᾴδια καὶ μεταθεῖναι, καὶ μεταστῆσαι πρὸς εὐκολίαν. Πόθεν οὖν δέδοικας; εἰπέ μοι. Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ νωθείας καὶ τῆς οἰκείας ῥᾳθυμίας. Οὐχὶ θάνατός ἐστι τῶν κακῶν ὁ κολοφών; Ἀλλὰ καὶ οὗτός ἐστι τῆς φύσεως τὸ ὄφλημα. ∆ιὰ τί μὴ πραγματεύῃ τὸ χρέος; Εἰ γὰρ ἀνάγκη ἐλθεῖν τὴν ὁδὸν ταύτην καὶ ἑκόντα καὶ ἄκοντα, διὰ τί μὴ μετὰ ἐμπορίας; Ἀλλὰ μετὰ βασανιστήρια οὐ πρόσκαιρα, ἀλλὰ μείζονα τῆς ὀδύνης παρέχοντα τὴν ἡδονήν. Εἰ δὲ ταῦτά σοι δοκεῖ χαλεπὰ εἶναι, ἐννόησον τοὺς ἄνευ μισθοῦ