287
φθορᾷ μακρᾷ παραδεδομένους, τοὺς λιμῷ διηνεκεῖ παλαίοντας, τοὺς νοσήματα ἔχοντας ἀνίατα καὶ μακρὰ, δι' ἃ καὶ πολλάκις ηὔξαντο καταλῦσαι τὸν βίον, πολλοὶ δὲ καὶ ἐπὶ βρόχον καὶ ἐπὶ ξίφος ὥρμησαν. Σοὶ δὲ οὐρανὸς πρόκειται, καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ, καὶ οὐ φρίττεις, καὶ οὐ δέδοικας καταμαλακιζόμενος, καὶ ταῦτα τοιοῦτον ἔχων σύμμαχον; Οὐκ ἀκούεις τοῦ Προφήτου λέγοντος, Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών; Ὄρος γὰρ εἶπε τὸ ἀπερίτρεπτον δηλῶν τῆς εἰς Θεὸν ἐλπίδος, τὸ πεπηγὸς, τὸ ἀχείρωτον, τὸ ἄμαχον. Ὥσπερ γάρ τις κἂν μυρία προσαγάγῃ μηχανήματα, ὄρος οὔτε ἀνασπάσαι, οὔτε σαλεύσαι δυνήσεται· οὕτως ὁ προσβάλλων τῷ τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἔχοντι, κεναῖς οἴκαδε ἀναχωρήσει χερσίν. Ὄρους γὰρ πολὺ ἀσφαλέστερον ἡ ἐλπὶς ἡ ἐπὶ τὸν Θεόν. Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ἕτε 55.358 ρος ἑρμηνευτής φησιν, Ἀπερίτρεπτον εἰς τὸν αἰῶνα οἰκούμενον περὶ Ἱερουσαλήμ. Τί οὖν; οὐκ ἐσαλεύθησαν, φησὶν, οἱ παῖδες οἱ τρεῖς, καὶ ὁ ∆ανιήλ; Ἄπαγε· τῆς μὲν γὰρ πατρίδος ἐξέπεσον, καὶ αἰχμαλωσίαν ὑπέστησαν, σάλον δὲ οὐδένα οὐδέποτε· ἀλλ' ἐν τοσούτῳ θορύβῳ πραγμάτων, καὶ τοσούτῳ πλήθει κυμάτων ὄντες, ὡς ἐπὶ πέτρας ἑστῶτες καὶ λιμένι προσορμίζοντες γαληνῷ, οὕτως οὐδὲν ἔπασχον ἀηδές. Μὴ δὴ σάλον κάλει τὴν τῶν πραγμάτων περίστασιν. Οὐ γὰρ τοῦτο σάλος, ἀλλ' ἡ τῆς ψυχῆς ἀπώλεια, καὶ τὸ τῆς ἀρετῆς ἐκπεσεῖν· ὅπερ ἐν τοῖς κινδύνοις οἱ νήφοντες οὐχ ὑπομένουσιν, ἀλλ' ἀσφαλεστέραν κέκτηνται τὴν φιλοσοφίαν τὴν ἑαυτῶν, καὶ διαλάμπουσι μειζόνως. Εἰ δὲ βούλει καὶ κατὰ ἀναγωγὴν ἐκλαβεῖν τὸ εἰρημένον, ὅτι Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλὴμ, ὑπόγραψον τὴν ἐκεῖ λῆξιν τὴν ἐπὶ τῆς ἄνω μητροπόλεως. Οἱ γὰρ ἐκείνην ἀπολαβόντες πάσης εἰσὶν ἀπηλλαγμένοι περιστάσεως· οὐκ ἔστι λοιπὸν ἐκεῖ τὰ ὑποσκελίζοντα, οὐκ ἐπιθυμία, οὐδὲ ἡδοναὶ, οὐδὲ ἁμαρτίας περίστασις, οὐ λύπη καὶ ἀγωνία καὶ κίνδυνος, ἀλλὰ πάντα ταῦτα ἐκποδών. Ἱερουσαλὴμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Λέγει μὲν διὰ τούτων καὶ τὴν ἀπὸ τῆς θέσεως συμμαχίαν τῇ πόλει προσοῦσαν· ἀλλ' οὐκ ἀφίησι τούτοις θαῤῥεῖν, ἀλλ' ἐπὶ τὴν ἄμαχον ἀνάγει βοήθειαν, τὸν Θεόν. βʹ. Εἰ γὰρ καὶ τὰ ὄρη αὐτὴν τειχίζει, φησὶν, ἀλλ' ἐκείνης δεῖται τῆς ἀσφαλείας· καὶ τοῦτο αὐτὴν ἀχείρωτον ἐργάζεται, ∆ιὸ καὶ ἕτερος ἑρμηνευτής φησι, Κύριος δὲ περὶ τὸν λαὸν αὐτοῦ. Τουτέστι, μὴ θαῤῥεῖτε τῇ περιβολῇ τῶν ὀρῶν. Τὸ γὰρ ποιοῦν αὐτὴν ἀχείρωτον, τοῦτό ἐστιν, Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων. Αἰτίαν λέγει τῆς τοῦ Θεοῦ βοηθείας εὔλογόν τινα, ὥστε καὶ θαῤῥῆσαι ἐκείνους. Ποίαν δὴ ταύτην; Οὐκ ἂν ἀνάσχοιτο, φησὶ, τὰ ἀγαθὰ τῶν δικαίων ἐν ταῖς χερσὶν εἶναι τῶν ἁμαρτωλῶν. Τοῦτο εἶπεν, ὁμοῦ τε θαῤῥεῖν αὐτοὺς παρασκευάζων περὶ τῆς συμμαχίας τῆς τοῦ Θεοῦ, καὶ πείθων μένειν ἐν ἀρετῇ, εἴ γε βούλοιντο διηνεκῶς ἀπολαύειν τῆς ἐκείνου βοηθείας, καὶ τῶν ἀγαθῶν τῶν ἰδίων εἶναι κύριοι. ∆είκνυσι γὰρ διὰ τούτων, ὅτι καὶ ἡ κτῆσις καὶ ἡ ἀσφάλεια ἐν τῇ γνώμῃ κεῖται τῇ αὐτῶν. Ῥάβδον δὲ ἁμαρτωλῶν ἐνταῦθα τὴν βασιλείαν τὴν τῶν πολεμίων καλεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἀνέξεται κρατεῖν τῆς τῶν δικαίων κληρονομίας. Εἰ γὰρ καὶ πρὸς καιρὸν τοῦτο πεποίηκεν, ἀλλ' ὑπὲρ διορθώσεως καὶ νουθεσίας καὶ σωφρονισμοῦ. Ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἕτερος, ∆ιὰ τοῦτο οὐκ ἐκτείνουσιν οἱ δίκαιοι εἰς ἀνομίαν χεῖρας αὐτῶν. ∆ιὰ τοῦτο· ποῖον; ∆ιὰ τὸ εἰρημένον, ὅτι προστήσεται, ὅτι ἀμυνεῖ, ὅτι διακρούσεται, ὅτι ἀποστήσει τοὺς πολεμίους ἀπὸ τῶν κτημάτων αὐτῶν. Ὡσεὶ ἔλεγε· τῷ τε πειρασμῷ σωφρονισθέντες, τῇ τε χορηγίᾳ τῶν ἀγαθῶν γενόμενοι βελτίους, ἐν ἀρετῇ διατελέσουσιν ὄντες, καὶ οὐχ ἅψονται πονηρίας ἑκατέρωθεν