290
Πῶς ἀρχόμενος τοῦ ψαλμοῦ, Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, εἶπεν· ἐνταῦθα δὲ, Ἐπίστρεψον; Ὡς περὶ μέλλοντος διαλεγόμενος. Μάλιστα γὰρ ὁ ἕτερος ἑρμηνευτὴς εἰς τοῦτο ἡμᾶς προσάγει, οὐκ εἰπὼν, Ἐν τῷ ἐπιστρέψαι· ἀλλ', Ὅταν ἐπιστρέψῃ· ὅτι ἀρχὴν τότε τὸ πρᾶγμα ἐλάμβανεν, καὶ οὐκ ἐν προοιμίοις τὸ πᾶν κατωρθώθη, ἀλλὰ πολλαὶ γεγόνασιν αὐτῶν ἀναβάσεις· καὶ γὰρ πρώτη, καὶ δευτέρα, καὶ τρίτη γέγονε. βʹ. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ὅτι εὔχεται ὁλόκληρον γενέσθαι τὴν ἀπαλλαγήν. Καὶ γὰρ πολλοὶ τῶν Ἰουδαίων ἐναπομεῖναι ἐβούλοντο τῇ χώρᾳ τῶν βαρβάρων· διὸ καὶ μετ' ἐπιτάσεως τοῦτο γενέσθαι ποθῶν, φησίν· Ἐπίστρεψον τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ· τουτέστι, μετὰ πολλῆς τῆς ῥύμης, μετὰ πολλῆς τῆς σφοδρότητος ὠθῶν καὶ κατεπείγων. ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς τὸ αὐτὸ τοῦτο δηλῶν, Ὡς καταῤῥοίας, εἶπεν. Ἄλλος, Ὡς ὀχετούς.Ἄλλος, Ὡς ἀφέσεις. Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. Τοῦτο εἴρηται μὲν περὶ τῶν Ἰουδαίων, πολλαχοῦ δ' ἂν ἔχοι χώραν καὶ ἀλλαχοῦ λέγεσθαι. Τοιοῦτον γὰρ ἡ ἀρετή· τῶν πόνων λαμπρὰς ἔχει τὰς ἀμοιβάς· καὶ δεῖ ἡμᾶς πρότερον κάμνειν καὶ ταλαιπωρεῖσθαι, καὶ τότε ζητεῖν ἄνεσιν. Τοῦτο γὰρ πανταχοῦ καὶ ἐν τοῖς βιωτικοῖς συμβαῖνον ἴδοι τις ἄν. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἐπὶ ταῦτα τὸν λόγον ἤγαγεν, ἐπὶ σπόρον λέγω, καὶ ἀμητόν. Ὥσπερ γὰρ ὁ σπείρων πόνου δεῖται, καὶ ταλαιπωρίας, καὶ ἱδρώτων, καὶ χειμῶνος· οὕτως ὁ τὴν ἀρετὴν μετιών. Οὐδὲν γὰρ οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἄνθρωπος. ∆ιὰ δὴ τοῦτο στενὴν καὶ τεθλιμμένην ἐποίησεν ὁδὸν ὁ Θεός. Μᾶλλον δὲ οὐ τὰ τῆς ἀρετῆς μόνον, ἀλλὰ καὶ τὰ βιωτικὰ πράγματα ἐπίπονα κατεσ 55.362 κεύασε, καὶ αὐτὰ πολλῷ πλέον. Ὅ τε γὰρ σπείρων, ὅ τε οἰκοδομῶν, ὁ ὁδοιπόρος, ὁ δρυοτόμος, ὁ χειροτέχνης, πᾶς ἄνθρωπος, εἰ μέλλοι τι καρποῦσθαι χρήσιμον, πόνου δεῖται καὶ ταλαιπωρίας· καὶ καθάπερ τὰ σπέρματα ὑετῶν δεῖται, οὕτως ἡμεῖς δακρύων· καὶ καθάπερ ἡ γῆ τοῦ τέμνεσθαι χρείαν ἔχει καὶ ἀναῤῥήγνυσθαι, οὕτω καὶ ἡ ψυχὴ ἀντὶ δικέλλης δεῖται πειρασμῶν καὶ θλίψεων, ἵνα μὴ φέρῃ βοτάνας πονηρὰς, ἵνα τὸ σκληρὸν αὐτῆς μαλάττηται, ἵνα μὴ σκιρτᾷ. Καὶ γὰρ καὶ γῆ μὴ ἐργαζομένη μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲν ὑγιὲς ἐκφέρει. Ὃ τοίνυν φησὶν ὁ Προφήτης, τοῦτό ἐστιν· ὅτι μὴ δεῖ μόνον ἐπὶ τῇ ἀνόδῳ χαίρειν, ἀλλὰ καὶ ἐπὶ τῇ αἰχμαλωσίᾳ, καὶ ὑπὲρ ἀμφοτέρων χάριτας τῷ Θεῷ ὁμολογεῖν. Ἐκεῖνο μὲν γὰρ σπόρος· τοῦτο δὲ ἀμητός. Ὥσπερ οὖν οἱ σπείροντες, φησὶ, πονοῦντες ἀπολαύουσι τῶν προσόδων μετὰ ταῦτα· οὕτω καὶ ὑμεῖς, ἡνίκα μὲν ἀπῄειτε, τοὺς σπείροντας ἐμιμεῖσθε, ταλαιπωρούμενοι, κοπτόμενοι, θλιβόμενοι, τὸν χειμῶνα, τὸν πόλεμον φέροντες, τὴν συννέφειαν, τὸν κρυμὸν, δάκρυα ἐκχέοντες. Ὅπερ γάρ ἐστι τοῖς σπέρμασιν ὁ ὑετὸς, τοῦτο τοῖς θλιβομένοις τὰ δάκρυα. Ἀλλ' ἰδοὺ, φησὶ, τῶν πόνων ἐκείνων ἀπελάβετε τὴν ἀμοιβήν. Ὅταν οὖν λέγῃ· Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν, ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν· οὐ περὶ σίτου διαλέγεται, ἀλλὰ περὶ πραγμάτων, παιδεύων τὸν ἀκροατὴν, μὴ ἀλύειν ἐν ταῖς θλίψεσιν. Ὥσπερ γὰρ ὁ σπείρων οὐκ ἀλύει, κἂν πολλὰ τὰ φορτικὰ ᾖ, ἀφορῶν πρὸς τὰ λήϊα τὰ κομῶντα· οὕτως οὐδὲ τὸν θλιβόμενον δυσχεραίνειν χρὴ, κἂν πολλὰ ᾖ τὰ λυπηρὰ, τὸν ἀμητὸν ἀναμένοντα, τὴν πρόσοδον τὴν ἀπὸ τῆς θλίψεως γινομένην ἐννοοῦντα. Ταῦτ' οὖν καὶ ἡμεῖς εἰδότες, καὶ ὑπὲρ θλίψεως καὶ ὑπὲρ ἀνέσεως εὐχαριστῶμεν τῷ ∆εσπότῃ. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ἕκαστον ἅπαν τέλος ὁρᾷ, ὥσπερ ὁ σπόρος καὶ ὁ ἀμητός· καὶ φέρωμεν τὰς θλίψεις γενναίως, καὶ εὐχαρίστως, καὶ τὰς ἀνέσεις μετὰ δοξολογίας· ὥστε καὶ τῶν μελλόντων ἐπιτυχεῖν