291
ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΕΙΣ ΤΟΝ ΡΚʹ ΨΑΛΜΟΝ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυ λάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν ἐγείρεσθε μετὰ τὸ καθῆσθαι. αʹ. Οὗτος ὁ ψαλμὸς εἰς τὴν κατάστασιν τῶν πραγμάτων τῶν μετὰ τὴν ἐπάνοδον εἴρηται. Ἐπειδὴ γὰρ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες, καὶ ἐκ τῆς βαρβάρου χώρας ἐπανελθόντες, ἐρείπιον δὲ καταλαβόντες τὴν πόλιν, καὶ τὰ τείχη μετὰ τῶν πύργων ἐῤῥιμμένα χαμαὶ ἐπεχείρουν ἐγείρειν, πολλοὶ δὲ πολλαχόθεν ἐπιτιθέμενοι διεκώλυον τὸ ἔργον, φθονοῦντες τῇ τῶν Ἰουδαίων εὐημερίᾳ, καὶ δεδοικότες αὐτῶν τὴν εὐπραγίαν· εἶτα τούτων γινομένων ὁ χρόνος ἐτρίβετο, καὶ τοσοῦτος ἐτρίβη χρόνος, ὡς ὑπὲρ τὰ τεσσαράκοντα ἔτη ἀναλωθῆναι ἐν τῇ τοῦ ναοῦ οἰκοδομῇ· ὅπερ οὖν καὶ οἱ Ἰουδαῖοι δηλοῦντες ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· οὐ περὶ 55.363 τῆς προτέρας λέγοντες οἰκοδομῆς τῆς τοῦ Σολομῶντος, ἀλλὰ περὶ ταύτης τῆς ὕστερον, τῆς μετὰ τὴν τῶν Περσῶν ἀπαλλαγήν. Ἐπεὶ οὖν πολὺς ἐτρίβετο χρόνος, καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως καὶ τῶν τειχῶν οἰκοδομουμένων ἡ γὰρ τῆς πόλεως οἰκοδομία καὶ πολλῷ πλείονα ἀνάλωσε, παιδεύων αὐτοὺς πάλιν ἐπὶ τὸν Θεὸν καταφεύγειν ὁ Προφήτης, ταῦτα διεξέρχεται, δεικνὺς ὅτι πάντα εἰκῇ καὶ μάτην γίνεται, ἐὰν μὴ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπάσωνται. Οὐ γὰρ δὴ μόνον τὸ αἰχμαλωσίας ἀπαλλαγῆναι, ἀλλὰ καὶ τὸ ἀναστῆσαι τεῖχος ἀπαλλαγέντας ἀδύνατον ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς. Καὶ τί λέγω τειχῶν ἀνάστασιν καὶ πόλεως οἰκοδομήν; Ἀλλ' οὐδὲ γενομένην αὐτὴν, καὶ ἀπαρτισθεῖσαν φυλάξαι τις δύναιτ' ἂν, ἐκείνης ἠρημωμένος τῆς συμμαχίας. Ταῦτα δὲ ἔλεγε, διὰ πάντων αὐτοὺς πάλιν ἐπὶ τὴν αὐτοῦ πείθων καταφεύγειν ῥοπὴν, ὥστε μὴ τῇ ἀνέσει γίνεσθαι ῥᾳθυμοτέρους. ∆ιὰ γὰρ τοῦτο οὐδὲ ἀθρόον ἔδωκεν αὐτοῖς τὰ ἀγαθὰ, ἀλλὰ ἠρέμα καὶ κατὰ μικρὸν, ἵνα μὴ πρὸς τὴν προτέραν παλινδρομήσωσι πονηρίαν τῇ ταχίστῃ τῶν κακῶν ἀπαλλαγῇ. Ἀλλὰ καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν συνεχῶς αὐτοὺς ὑπεμίμνησκεν ἐν τῇ τῶν πολεμίων ἐφόδῳ διηνεκῶς ἀφυπνίζων αὐτῶν τὴν ῥᾳθυμίαν. Εἴρηται μὲν οὖν καθολικῶς ὁ λόγος, τὴν ἀρχὴν δὲ ἀπὸ τῆς ὑποθέσεως ταύτης εἴληφε. ∆εῖ γὰρ αὐτὸν ἐφ' ἅπασιν ἁρμόζειν, οὐχ ἵνα αὐτοὶ ῥᾳθυμῶμεν, οὐδὲ ἵνα ὕπτιοι κείμεθα, ἀλλ' ἵνα τὰ παρ' ἑαυτῶν εἰσφέροντες, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτωμεν, τῆς ἐλπίδος τῆς ἐκείνου διαπαντὸς ἐν ἅπασιν ἐκκρεμάμενοι. Ὥσπερ γὰρ οὐκ ἔνι, τοῦ Θεοῦ μὴ βοηθοῦντος, εἰς τέλος τὰ πράγματα ἀγαγεῖν· οὕτως, ἂν ὁ Θεὸς βοηθῇ, ἀργοῦντας αὐτοὺς καὶ ἀναπεπτωκότας οὐκ ἔνι τοῦ τέλους ἐπιτυχεῖν. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι. Ἕτερος δὲ ἑρμηνευτής φησι, Βραδύνουσι καθῆσθαι. Ἄλλος, Χρονίζουσι τοῦ καθῆσθαι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· κἂν ἀγρυπνῆτε, κἂν ὑπὸ τὴν ἕω διεγείρησθε, κἂν βραδύνητε πρὸς τὸ ἀναπαύεσθαι, τὸν πάντα καιρὸν εἰς πόνον καὶ ταλαιπωρίαν δαπανῶντες, ἂν μὴ τῆς ἐκεῖθεν ἀπολαύσητε ῥοπῆς, τὰ ἀνθρώπινα πάντα οἰχήσεται, καὶ τῆς σπουδῆς ταύτης οὐδὲν ἔσται πλέον. Οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Τοῦτο λέγει, δεικνὺς ὅτι ἐπίπονον ἔζων βίον, ὁπλῖται καὶ οἰκοδόμοι γινόμενοι. Τῇ μιᾷ μὲν γὰρ, φησὶ, χειρὶ κόφινον ἐβάσταζον ἢ λίθον, τῇ δὲ μιᾷ μάχαιραν, εἰς τὸ οἰκοδομεῖν